1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

28

ἅγιον συνεργὸν λέγεις Πατρὸς καὶ Υἱοῦ; Ἡ Γραφὴ δὲ καὶ τοὺς ἁγίους ἀποστόλους συνεργοὺς καλεῖ. Ὀρθ. «Ναὶ, εἰς τὴν σωτηρίαν τῶν σωζομένων,» οὐ μὴν εἰς τὴν δημιουργίαν κτισμάτων. Οἱ μὲν οὖν ἀπόστολοι εἰς τὴν σωτηρίαν τῶν ἀνθρώπων συνεργοὶ, ἐπειδὴ τοῦ Πνεύματος ἦσαν καὶ εἰσὶν ναός· αὐτὸ δὲ τὸ Πνεῦμα εἰς δημιουργίαν. Μακεδ. Καὶ ἔχεις μοι δεῖξαι, ὅτε συνήργησεν εἰς τὴν δημιουργίαν τῶν ἀνθρώπων τὸ Πνεῦμα; Ὀρθ. ∆έδεικται. Μακεδ. Πῶς; Ὀρθ. Ὅττὸν κτισθέντα ἄνθρωπον κατ' εἰκόνα, μετὰ τῆς τοῦ Πνεύματος συνεργείας ὁρῶμεν ὄντα. Μακεδ. Ἐγὼ 28.1229 πάντα ἄνθρωπον κατ' εἰκόνα λέγω. Ὀρθ. ∆υνάμει λέγεις, ἢ ἐνεργείᾳ; Μακεδ. Καὶ τί ἐστιν δυνάμει; καὶ τί ἐστιν ἐνεργείᾳ; Ὀρθ. ∆υνάμει ἐστὶν, ὃ δύναται γενέσθαι· ἐνεργείᾳ δὲ ὁ ἐνεργῶν τὰ τῆς εἰκόνος κάλλη. Ὥσπερ τὸ βρέφος δυνάμει ἐστὶ ζῶον λογικὸν θνητόν· ἐνεργείᾳ δὲ γίνεται αὐξηθὲν, ὃ πρὸ τούτου τῇ δυνάμει· οὕτω καὶ κατ' εἰκόνα Θεοῦ ἐστιν ἕκα στος δυνάμει. Ἐὰν δὲ ἀπεκδύσηται τὴν νεκρότητα, ἣν ἐπενδύσατο διὰ τῆς παραβάσεως ὁ Ἀδὰμ, καὶ ἐνδύσηται τὸν καινὸν ἄνθρωπον τῆς ἀφθαρσίας, ὃν ἐκδυσάμενος Ἀδὰμ, γυμνὸς ηὑρέθη· τότε γίνεται ἐνεργείᾳ κατ' εἰκόνα τοῦ κτίσαντος, οἷοι ἐγένοντο οἱ ἀπόστολοι, ὧν ἡ σκιὰ δυνάμεις ἀπετέλει. Μακεδ. Πρὸ τούτου οὖν οὐκ ἦσαν κατ' εἰκόνα οἱ ἀπόστολοι; Ὀρθ. Μὴ τὸν ἔξω ἄνθρωπον, ὃν διαφθείρεσθαι εἶπεν ὁ Παῦλος, λέγεις τὸν κατ' εἰκόνα, οὐχὶ δὲ τὸν ἔσω τὸν ἀνακαι νούμενον; Μακεδ. Τὸν ἔσω λέγω, τὸν ἀνακαινούμενον· οὐδὲ γὰρ ἀνθρωπόμορφον λέγω τὸν Θεόν. Ὀρθ. Ὁ Θεὸς, οὗ ἐστιν εἰκὼν ὁ ἄνθρωπος, ἀόρατός ἐστιν; Μακεδ. Πάνυ. Ὀρθ. Ἀνάγκη οὖν τοῦ ἀοράτου Θεοῦ ἀόρατον εἶναι καὶ τὴν εἰκόνα, καὶ τῆς ἀοράτου εἰκόνος ἀόρατον τὸν κατ' εἰκόνα ἄνθρωπον. Μακεδ. Ἐὰν δέξω μαι, ὅτι ὁ κατ' εἰκόνα γεγονὼς ἄνθρωπος ὁ ἐν τῷ κρυ πτῷ ἐστιν, ἀλλ' οὐ λέγω τὸ Πνεῦμα τὸ ἅγιον πεποιηκέναι αὐτόν. Ὀρθ. Τίθῃ δὲ ὅλως, ὅτι ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἅγιος ἦν; Μακεδ. Ναί. Ὀρθ. Οὕτω κτισθεὶς, ἢ ἐξ ἀρετῆς γενόμενος τοιοῦτος; Μακεδ. Οὕτω κτισθείς. Ὀρθ. Συνέκτισεν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἄνθρωπον. Μακεδ. Οὐκ ἐδύ νατο γὰρ αὐτὸν ὁ Υἱὸς ἅγιον κτίσαι; Ὀρθ. Καὶ πάνυ. Μακεδ. Τί οὖν λέγεις, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον αὐ τὸν ἐποίησεν; Ὀρθ. Ὥσπερ ὁ Πατὴρ, δυνάμενος κτίσαι τὸν ἄνθρωπον, μετὰ τοῦ Υἱοῦ κτίζει, ἵνα δειχθῇ τὸ ταυτὸν τῆς φύσεως· οὕτω καὶ ὁ Υἱὸς, δυνάμενος κτίσαι ἅγιον τὸν ἄνθρωπον, μετὰ τοῦ Πνεύματος κτί ζει, ἵνα δειχθῇ τὸ γεγονὸς ἔργον Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτως γοῦν καὶ πεπτωκότα τὸν ἄνθρωπον, καὶ παραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἄνευ τοῦ Πνεύματος οὐκ ἀνεκαίνισεν· ἀλλὰ καθὼς ὁ Προφήτης λέγει· «Ἐξαπόστειλον τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Μακεδ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀνακαι νισμὸς ἡμῶν διὰ τοῦ Πνεύματος γίνεται· Πνεῦμα γὰρ ἁγιωσύνης ἐστίν. Ὀρθ. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς.» Ἐπειδὴ δὲ οὐκ ἐν ἁπλότητι εἶπας, διὰ τοῦ Πνεύματος, ἀναγκαίως οὐ παρασιωπῶ. Εἰπὲ οὖν μοι, ὁ ἀνακαινισμὸς ἡμῶν οὐ διὰ λουτροῦ τῆς παλιγγενεσίας γίνεται; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν βαπτιζόμεθα; εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; Μακεδ. Εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ ματος. Ὀρθ. Τί οὖν λέγεις τὸν ἀνακαινισμὸν ἡμῶν 28.1232 διὰ Πνεύματος ἁγίου γίνεσθαι; οὐχὶ δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Μακεδ. Οὐ γέγρα πται, ὅτι κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου;» Ὀρθ. Προλαβὼν εἶπον, ὅτι «τοῖς καθαροῖς πάντα καθαρά.» Παρ' ἡμῖν γὰρ, κατὰ τὸν σκοπὸν τῆς Γραφῆς, τὸ «δι' οὗ» ταυ τόν ἐστι τῷ «ἐξ οὗ.» Ἀμέλει γοῦν λέγει ὁ ἅγιος Παῦλος· «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ ἐνταῦθα γὰρ τὸ «δι' οὗ» ἀντὶ τοῦ «ἐξ οὗ» κεῖται. Ὁμολόγει οὖν, ὅτι ἡ κτίσις ἡμῶν παρὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐγένετο. Οὐ γὰρ ἄλλος ἔκτισεν, καὶ ἄλλος ἀνεκαίνισεν·