1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

37

στὸς δὲ οὐκ ἐξ ἀσκήσεως τετελείωται, ἀλλ' ἐν αὐτῇ τῇ συλλήψει ἐξ ἑνώσεως Ἐμμανουὴλ τεχθεὶς, Θεός ἐστι καὶ ἄνθρωπος· διὸ καὶ Θεοτόκος ἡ Μαρία. Ἀπολλ. Οὐδενὸς ἀνθρώπου ἡ σὰρξ ἐξ οὐρα νοῦ λέλεκται· Χριστοῦ δὲ ἡ σὰρξ ἐξ οὐρανοῦ εἴρη ται· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστὸς κατὰ τὴν θεότητα τὴν προσλαβοῦσαν τὴν σάρκα. Οὕτως οὖν καὶ ἐξ οὐρανοῦ λέγεται, διὰ τὸ ἡνῶσθαι τῷ ἐξ οὐρανοῦ. Ὀρθ. Οὐδὲν γελοιότερον. Εἰ γὰρ διὰ τοῦτο ἐξ οὐρανοῦ λέγεται διὰ τὸ ἡνῶσθαι τῷ ἐξ οὐρανοῦ, οὐκ ἐξ οὐρανοῦ ἡ σάρξ. Ὥσπερ οὖν τὴν μὴ οὖσαν ἐξ οὐρανοῦ, λέγεις ἐξ οὐρανοῦ· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς ἐπουρα νίους ἡ Γραφὴ λέγει διὰ τὸ οὐράνιον φρόνημα ἐξ οὐ ρανοῦ. Ἄκουε, καὶ λέλυταί σου ἡ πρότασις, ἤγουν ἀνακεφαλαίωσις, ὡς αὐτὸς ὠνόμασας ἐπιγρά ψας. Χριστὸς δὲ, ἐξ οὐρανοῦ λεγόμενος ἄνθρωπος, οὐ διὰ τὸ φρόνημα, καθάπερ πάντες ἄνθρωποι, ἐπουρά νιος κέκληται, ἀλλὰ διὰ τὴν θείαν καὶ προσκυνουμένην ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὴν τοῦ δούλου μορφὴν, ὡς εἶναι τὸν αὐτὸν καὶ Θεὸν καὶ ἄνθρωπον. Ἀπολλ. Οὐδεὶς ἀνθρώπων ζωογονεῖ· οὐ γάρ ἐστι Χριστός· Χριστὸς δὲ ζωογονεῖ· οὐκ ἄρα ἄνθρω πος ὁ Χριστός. Ὀρθ. Χριστὸς δὲ διὰ τοῦτο ζωογονεῖ, ἐπειδὴ Θεὸς Λόγος, μορφὴν δούλου λαβὼν, ἐκλήθη Χριστός. Ἀπολλ. Οὐδενὶ ἀνθρώπων ἁρμόζει ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἡ δόξα ἡ τοῦ μόνου Θεοῦ· Χρι στῷ δὲ ἁρμόζει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Τοῦτο ἂν εἴποις καὶ περὶ τῆς Παρθένου Μαρίας. Οὐδενὶ ἀνθρώπων ἁρμόζει τὸ παρθένον οὖσαν τεκεῖν· Παρθένος δὲ οὖσα ἔτεκεν ἡ Μαρία· οὐκ ἄρα ἄνθρω πος ἡ Μαρία. Ὅλως δέ σου καὶ οὕτως ἐλεγχθήσεται τὸ σόφισμα. Οὐδενὶ γὰρ ἀληθῶς ἁρμόζει τῶν ἀνθρώ πων ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἡ δόξα ἡ τοῦ μόνου Θεοῦ· ἐπειδὴ οὐδεὶς ἀνθρώπων Χριστὸς ἐξ ἑνώσεως Θεοῦ Λόγου καὶ μορφῆς δουλικῆς. 28.1273 Ἀπολλ. Εἰ ὁ Θεὸς ἐν ἀνθρώπῳ κατῴκησεν, οὐκ ἐκενώθη· ἐκενώθη δὲ ὁ ἐν μορφῇ Θεοῦ, μορφὴν δούλου λαβών· οὐκ ἄρα ἐν ἀνθρώπῳ κατῴκησεν. Ὀρθ. Οὐ γὰρ ἐν ἀνθρώπῳ ἁπλῶς κατῴκησεν ὁ Θεὸς Λόγος, ἀλλὰ καὶ ἐγένετο ἄνθρωπος, μετασχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος· διὰ τοῦτο Χρι στὸς οὐ ψιλὸς ἄνθρωπος ἀλλ' ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος Ἀπολλ. Θεὸς, ἐν ἀνθρώπῳ κατοικῶν, οὐκ ἔστιν ἄνθρωπος· Πνεῦμα δὲ, σαρκὶ ἡνωμένον, ἄνθρωπος. Χριστὸς, ὡς εἴρηται, ὁμωνύμως· Πνεῦμα ἄρα θεῖόν ἐστιν ἡνωμένον σαρκί. Ὀρθ. Ἠδολέσχησας. Οὐ γὰρ Πνεῦμα σαρκὶ ἡνωμένον πάντως ἄνθρω πός ἐστιν· ἀλλ' ἐγχωρεῖ καὶ βοῦν εἶναι καὶ ὄνον, καὶ πᾶν εἴ τι ἕτερον τῶν σαρκικῶν ζώων. Ἵνα δέ σοι δοθῇ καὶ τὸ θεῖον εἶναι Πνεῦμα σαρκὶ ἡνωμένον, ἀνάγκη πᾶσα, γενόμενον ἄνθρωπον ἐκ γυναικὸς τὸν Θεὸν Λόγον, Πνεύματι σαρκὶ ἡνωμένῳ ἑνωθῆναι, ἵνα ἄνθρωπος γένηται. Πῶς γὰρ οὖν ἠδύνατο μὴ ἑνωθεὶς ἀνθρώπῳ; Ὁμωνύμως δὲ οὐκ ἂν εἴποιμεν τὸν Χρι στὸν ἄνθρωπον, ἵνα μὴ κατὰ φαντασίαν νομισθῇ ἄν θρωπος, μόνον τὸ ὄνομα κοινὸν ἔχων. Ἀπολλ. Ἀνθρώπου τὸ ἀναστῆναι ἐκ νεκρῶν, Θεοῦ δὲ τὸ ἀναστῆσαι· ἑκάτερα δὲ Χριστός· Θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Ὀρθ. «∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,» ὅτι καὶ ἄκων τὴν ἀλήθειαν ὡμολόγησας. Ἔδει γὰρ τὸν ἀνιστάμενον εἶναι καὶ τὸν ἀνιστῶντα. Καὶ ὥσπερ οὐκ ἂν εἴη Θεὸς καὶ σὰρξ μὴ ἑνωθεὶς σαρκὶ, οὐδὲ Θεὸς καὶ ἄνθρωπος, μὴ ἑνωθεὶς ἀνθρώπω. Ἀπολλ. Εἰ μόνον ἦν ἄνθρωπος ὁ Χριστὸς, ἢ εἰ μόνον Θεὸς, οὐκ ἂν ἦν μέσος Θεοῦ καὶ ἀνθρώπων. Ὀρθ. Εὐλογητὸς ὁ Θεὸς ἐν πᾶσι τούτοις, ὅτιπερ ὡμολόγησας μήτε μόνον ἄνθρωπον τὸν Χριστὸν εἶναι, μήτε μόνον Θεόν. Ὁ γὰρ Θεὸς Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄνθρωπος κοινός· καὶ ἄνθρωπος ὁ κοινὸς ἄν θρωπός ἐστιν, καὶ οὐκ ἔστι Θεός. Θεὸς ἀνθρώπῳ ἑνωθεὶς Χριστός ἐστι, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Ἀπολλ. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς, οὐκ ἂν ἔσωζε τὸν κόσμον· καὶ εἰ μόνον Θεὸς, οὐκ ἂν διὰ πάθους ἔσωζεν· ἑκάτερα δὲ Χριστός· καὶ Θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος. Ὀρθ. Καὶ νῦν εὐγνωμόνως. Ἀνάγκη γὰρ τῷ πάθει ἀνθρωπότητα ὑποκεῖσθαι, καὶ τῆς ζωῆς θεότητα ἡγεῖσθαι. Οὔτε οὖν