1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

36

γέγονεν. Οὐ γὰρ ἦν, καὶ ἐγένετο ὃ οὐκ ἦν, ἵνα ἡμᾶς τῷ τρόπῳ ποιήσῃ γενέσθαι, ὃ αὐτὸς ἦν καὶ ἔστι τῇ φύσει· καὶ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄν θρωπος Ἀπολλ. Οὐδεὶς ἀνθρώπων προϋπάρχει τῶν πρεσβυτέρων αὐτοῦ· Χριστὸς δὲ προϋπάρχει τῶν κατὰ σάρκα πρεσβυτέρων· οὐκ ἄρα ἄνθρωπος, εἰ μὴ κατὰ σάρκα. Ὀρθ. Χριστὸς κατὰ τὴν ἀνθρωπότητα οὐ προϋπάρχει τῶν κατὰ τὴν ἀνθρωπότητα πρεσβυ τέρων αὐτοῦ· προϋπάρχει δὲ κατὰ τὴν θεότητα οὐ τῶν κατὰ σάρκα πρεσβυτέρων μόνον, ἀλλὰ καὶ πάντων τῶν αἰώνων, Θεὸς ὢν αὐτῶν. Οὐκ ἄρα Χρι στὸς κατὰ σάρκα πρὸ τῆς Μαρίας. Πῶς γὰρ τὸ ἐξ αὐτῆς ὂν, πρὸ αὐτῆς ὑπάρχει; προϋπάρχει δὲ αὐτῆς θεϊκῶς, Θεὸς ὢν αὐτῆς· καὶ ἔστιν ὁ αὐτὸς, ὡς Θεὸς προϋπάρχων, καὶ ὡς ἄνθρωπος ἐξ αὐτῆς. 28.1269 Ἀπολλ. Οὐδεὶς ἀνθρώπων πρὸ τῶν αἰώνων ἔχει δόξαν. Χριστὸς δὲ ἔχει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Οὐδεὶς γὰρ ἀνθρώπων πρὸ τῶν αἰώνων ἐστίν. Χριστὸς δὲ κατὰ τὴν θεότητα πρὸ τῶν αἰώνων. Υἱὸς ὢν καὶ Θεὸς καὶ ∆εσπότης, εἰκότως πρὸ τῶν αἰώνων ἔχει δόξαν· Κύριος δόξης ὢν κατὰ φύ σιν, Χριστὸς δὲ κληθεὶς, διὰ τὸ μορφὴν δούλου λα βεῖν. Ὁ νῦν οὖν κληθεὶς Χριστὸς, καὶ λίθος, καὶ ποι μὴν, καὶ κόκκος, καὶ ἄνθος ῥάβδου, καὶ Ἐμμανουὴλ, καὶ Ἰησοῦς, καὶ ἄνθρωπος, καὶ παῖς δωδεκαετὴς, καὶ τριακονταετὴς γεγονὼς διὰ τὴν πρὸς ἀνθρώπους οἰκονομίαν, καὶ πρὸ τῶν αἰώνων Θεὸς, καὶ νῦν μετὰ τὸ ταῦτα γενέσθαι μένων, ὃ ἦν, ἔχει δόξαν πρὸ τῶν αἰώνων, Θεὸς ὢν ἐκ Θεοῦ. Ἀπολλ. Εἰ ὁ Θεὸς ἐν Ἰησοῦ, οὐ δι' αὐτοῦ τὰ πάντα, ἀλλὰ διὰ τὸν ἐν αὐτῷ. ∆ι' αὐτοῦ δὲ τὰ πάντα· οὐκ ἄρα Θεὸς ἐν Ἰησοῦ, ἀλλ' αὐτὸς Θεός ἐστιν. Ὀρθ. Ὁ Θεὸς Λόγος, ἐνυπόστατος ὢν Θεὸς, μετασχὼν ἀνθρωπότητος, Ἰησοῦς ἐκλήθη. Μὴ οὖν λέγε, Θεὸς ἦν ἐν Ἰησοῦ, ἀλλ' αὐτὸς ὁ Θεὸς Ἰησοῦς ἐκλήθη. ∆ιὸ καὶ αὐτός ἐστιν Ἰησοῦς, δι' οὗ τὰ πάντα. Ὁ γὰρ νῦν κληθεὶς Ἰησοῦς διὰ τὴν ἀνθρωπότητα, Θεὸς δὲ Λόγος ὢν καὶ πρὸ τῆς τοῦ ὀνόματος κλήσεως, καὶ μετὰ τὴν τοῦ ὀνόματος κλῆσιν, αὐτός ἐστιν Ἰησοῦς, δι' οὗ τὰ πάντα, Θεὸς ὢν κατὰ Πνεῦμα, ἄνθρωπος δὲ διὰ τὴν τοῦ δούλου μορφήν· διὸ καὶ αὐ τός ἐστιν Ἰησοῦς, δι' οὗ τὰ πάντα. Ἀπολλ. Ὁ ἐξ ἁμαρτίας σώζων ὑπὲρ ἁμαρτίαν ἐστίν. Καὶ σώζει Χριστός. Οὐδεὶς δὲ ἀνθρώπων ὑπὲρ ἁμαρτίαν· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Οὐ γὰρ ἄνθρωπος ψιλὸς ὁ Χριστός· οὐδὲ γὰρ ἦν Χρι στὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰ ψιλὸς ἦν ἄνθρωπος. ∆ιὰ δὲ τοῦτο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου Χριστὸς, ἐπειδὴ ὁ Θεὸς Λόγος, μορφὴν δούλου λαβὼν, ἐγένετο Χριστὸς ἄνθρωπος. Καὶ διὰ τοῦτο ὁ προφήτης λέγει· «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» καὶ αὐτὸς ὁ Χριστός· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ἵνα νοήσωμεν τὸν Χριστὸν ἄνθρωπον διὰ τὴν ἀνθρωπότητα, καὶ Θεὸν διὰ τὴν θεότητα· ὡς τὸν ἄνθρωπον νοοῦμεν λογικὸν διὰ τὸ λογιστικὸν, καὶ ζῶον διὰ τὸ ζωτικόν. Ἀπολλ. Πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς νοῦν· Χριστὸς δὲ οὐκ ἔχει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Εἰ πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς νοῦν, εἷς δὲ τῶν ἀνθρώπων καὶ Ἡλίας ὁ ἀναληφθεὶς, καὶ πιστευόμενος παρ' ἡμῖν μέχρι τοῦ παρόντος ἐν σαρκὶ, διαστασιάσει αὐτῷ ἡ 28.1272 σὰρξ πρὸς τὸν νοῦν. Εἰ δὲ μὴ διαστασιάζει τῷ νῷ αὐτοῦ ἡ σὰρξ, οὐκ ἄρα πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς τὸν νοῦν. Πολλῷ οὖν πλείω ὁ τοῦ Ἠλία ∆εσπότης οὐκ ἔχει διαστασιάζουσαν τὴν σάρκα πρὸς τὸν νοῦν· ἀλλὰ ἐν πᾶσιν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα ὁμοιωθεὶς χωρὶς ἁμαρτίας, ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς γενόμενος, ἔστιν ἀληθῶς ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Ἀπολλ. Πᾶς ἄνθρωπος νεκροῖ τὴν σάρκα πρὸς τὸ τελειωθῆναι κατ' ἀρετήν· Χριστὸς δὲ οὔ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Ποίᾳ νεκρώσει ἐν έκρωσεν ἑαυτοῦ τὴν σάρκα ὁ Ἰωάννης, σκιρτῶν ἐν κοιλίᾳ, καὶ ὀφθεὶς ἐν ἀγαλλιάσει; Εἰ δὲ καὶ δοθείη, ὅτι πᾶς ἄνθρωπος νεκροῖ τὴν σάρκα πρὸς τὸ τελειωθῆναι κατὰ ἀρετὴν, ἀλλὰ τελειωθεὶς, καὶ ἐν οὐρανῷ πολίτευμα ἔχων, ζωοποιεῖσθαι αὐτὸν παρασκευάζει διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ Πνεύματος, ὡς ἐν ἀρετῇ τελειωθέντα λέγειν· «Τὸν δρόμον τετέλεκα.» Χρι