1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

19

ἑαυτῷ ὁμοούσιος. Εἰ δὲ ἀληθῶς ὁμολογεῖς τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ γεγονέναι, μετὰ δὲ πάντων λέγεις τὸν Υἱὸν γεγονέναι, καὶ αὐτὸν δι' ἑαυτοῦ δώσεις γεγονέναι· εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα βουλήσεώς ἐστιν ὁ Υἱός. Εἰ γὰρ «Ὅσα ἂν ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ,» ποιήσει καὶ ὁ Υἱὸς ἄλλον υἱὸν, ἵνα πάντα τῷ Πατρὶ ὁμοίως ποιήσῃ. Εἰ δὲ οὐκ ἐποίησεν, οὐδὲ ποιεῖ, οὐκ ἔστι ποίημα αὐτός. Ἀληθεύει γὰρ λέγων ὅτι· «Πάντα ὅσα ἂν ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Οὐ ποιεῖ δὲ ἑαυτόν· οὐκ ἔστιν ἄρα ποίημα. Ἀλλ' ἐρεῖς· Οὐκ εἶπεν, Πάντα ὅσα ἐποίησεν. ἀλλ' ὅσα ποιεῖ· γίνωσκε, ὅτι ἔθος τῇ Γραφῇ τὸ παρ ωχηκὸς ὡς ἐπὶ ἐνεστῶτος χρόνου λέγειν· ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» καὶ ἐν ἑτέρῳ· «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς·» καὶ, «Ὁ ποιῶν πλειάδα, καὶ ἕσπερον, καὶ ἀρκτοῦρον, καὶ ταμιεῖα νότου.» Ἀνόμ. Πρὸ πάντων δὲ καὶ ὑπὲρ πάντα ἐρωτᾷν δεῖ αὐτοὺς, τί σημαίνει τὸ ἀγέννητον. Εἰ μὲν γὰρ τὴν οὐσίαν, ὅπερ ἐστὶν ἀληθὲς, τοσαύτη ἔσται ἡ παραλλαγή. Ὀρθ. Καὶ ἡμεῖς δὲ πρὸ πάντων ἐρωτῶ μεν, τί σημαίνει τὸ γεννητόν. Εἰ μὲν γὰρ τὴν οὐσίαν, ὅπερ ἐστὶ ψεῦδος, πάντα τὰ γεννητὰ ὁμοούσια· εἰ δὲ οὐ πάντα τὰ γεννητὰ ὁμοούσια, ὅπερ ἐστὶν ἀλη θὲς, οὐκ ἄρα τὸ γεννητὸν οὐσία. Εἰ δὲ τὸ γεννητὸν οὐκ οὐσία, οὐδὲ τὸ ἀγέννητον οὐσία. Εἰ δὲ τὸ ἀγέννη τον οὐσία, τὸ δὲ γεννητὸν οὐκ οὐσία, ἀνούσια τὰ γεννητά. Τί οὖν λέγεις ἀνόμοιον; Τὸ γὰρ μὴ ὂν 28.1173 τῷ ὄντι οὔτε ὅμοιον, οὔτε ἀνόμοιον. Ἡμεῖς τὸν Υἱὸν γεννητὸν μὲν λέγομεν, οὐχὶ δὲ καὶ γενητόν. Γεννητὸν γάρ ἐστι τὸ πατέρα ἔχον, γενητὸν δὲ τὸ γενεσιουργὸν ἔχον. 28.1201 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ∆ΙΑΛΟΓΟΣ Γʹ περὶ τῆς ἁγίας Τριάδος, ἐν ᾧ αἱρετικοῦ φρονοῦντος τὰ τοῦ Πνευματομάχου Μα κεδονίου ἀντίθεσις πρὸς Ὀρθόδοξον. ΜΑΚΕ∆ΟΝΙΟΣ. Ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; ΟΡΘΟ∆Ο ΞΟΣ. Εἰ ἐπίστευες εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ὀρθῶς, ἐγί 28.1204 νωσκες τὴν περὶ τοῦ Πνεύματος πίστιν. Μακ. Ἡμεῖς οὕτως πιστεύομεν, ὡς ὁ μακάριος Λουκιανός. Ὀρθ. Θέλω γνῶναι, εἰ κἂν ὡς ὁ μακάριος Λουκιανὸς πιστεύεις. Μακ. Καὶ ὑμεῖς γὰρ οὕτως πι στεύετε; Ὀρθ. Ἡμεῖς μὲν οὕτως πιστεύομεν, ὡς πάντες οἱ ἅγιοι μάρτυρες. Καὶ γὰρ καὶ αὐτοὶ οὕτως ἐπίστευσαν, ὡς οἱ ἅγιοι ἀπόστολοι. Μακ. Πιστεύεις οὖν ὡς ὁ μακάριος Λουκιανός; Ὀρθ. Εἶπον, ὅτι οὐ μόνον ὡς ὁ μακάριος Λουκιανὸς, ἀλλὰ καὶ ὡς πάντες οἱ ἅγιοι μάρτυρες, καὶ οἱ ἀπόστολοι. Μακ. Ὑπο γράφεις οὖν τῇ ἐκθέσει Λουκιανοῦ; Ὀρθ. Τί γὰρ κατ έγνως τῆς ὑπὸ τῶν τιηʹ Πατέρων ἁγίων ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθείσης, ἵνα καὶ ἄλλην περιβλέψῃ; Μακ. Σὺ γὰρ τί κατέγνως τῆς τοῦ Λουκια νοῦ; Ὀρθ. Κατέγνων τῆς προσθήκης ἧς προσεθήκα τε, καὶ ἔχω δεῖξαι, ὅτι προσεθήκατε ἐναντία αὐτῆς. Μακ. Ὑμεῖς γὰρ οὐ προσεθήκατε τῇ ἐν Νικαίᾳ; Ὀρθ. Ἀλλ' οὐκ ἐναντία αὐτῇ. Μακ. Ὅλως προςεθήκατε. Ὀρθ. Τὰ τότε μὴ ζητηθέντα, ἃ καὶ νῦν ἡρμήνευσαν οἱ Πατέρες εὐσεβῶς· ὑμεῖς δὲ τὴν προσ θήκην ἐπὶ τὸ ἀσεβέστερον προσεθήκατε, καὶ οὐδ' οὕ τως αὐτῇ ἀκολουθεῖτε. Μακ. Ἡμεῖς οὕτω πιστεύομεν, ὡς Λουκιανός. Ὀρθ. Ἐὰν δέ σ' ἐλέγξω, μηδ' οὕτως πιστεύοντα; Μακ. Πῶς ἔχεις δεῖξαι; Ὀρθ. Ἐν αὐτῇ γέγραπται· Ὁ Υἱὸς τοῦ Θεοῦ οὐσίας καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτος εἰκὼν, ἢ οὔ; Μακ. Ναί. Ὀρθ. Οὐσία δὲ οὐσίας ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστιν οὐσία; Μακ. Τοιαύτη οὐσία. Ὀρθ. Ἄλλο γάρ ἐστι τοιαύτη, καὶ ἄλλο ἡ αὐτή; Μακ. Ἡμεῖς τοιαύτην λέγομεν καὶ ὁμοίαν, οὐ τὴν αὐτὴν δέ. Ὀρθ. Οὕτως λέγεις ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν, ὡς ἄγγελον ἀγγέλῳ; Μακ. Ναί. Ὀρθ. Τῶν δὲ ἀγγέλων ἡ αὐτή ἐστιν οὐσία; Μακ. Ἡμεῖς τοιαύτην λέγομεν καὶ ὁμοίαν, οὐ τὴν αὐτήν· διὸ καὶ ὁμοιοούσιον λέγομεν, καὶ οὐχ ὁμοούσιον. Ὀρθ. Λέγεις Θεὸν ἐκ Θεοῦ; Μακ. Ναί. Ὀρθ. Καὶ φῶς ἐκ φωτός; Μακ. Ναί. Ὀρθ. Οὗτος ὁ Θεὸς καὶ Υἱὸς ἐκ τούτου τοῦ Θεοῦ καὶ Πατρός; Μακ. Ναί. Ὀρθ. Τοῦτο τὸ φῶς, ὅ ἐστιν Υἱὸς, ἐκ τούτου φωτὸς, ὅ ἐστι Πατήρ; Μακ. Ναί. Ὀρθ. Αὕτη ἡ οὐσία ἐκ ταύτης τῆς οὐσίας; Μακ. Οὔ. Ὀρθ. Πῶς οὖν