1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

14

ἴσα Θεῷ.» Ἀνόμ. Ὃ οὖν αὐτὸς οὐχ ἥρπασε, σὺ διὰ τί δίδως αὐτῷ; Ὀρθ. Ὅτι οὐχ ἥρπασεν, ἀλλ' ἔχει τῇ φύσει· καὶ ἔχων τοῦτο, «ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ποῖος γὰρ ἦν ἔπαινος τῷ μὴ ἔχοντι τὸ ἴσον, καὶ μὴ ἁρπάζοντι; Εἰ γὰρ τοῦτο ἔπαινος, ἐπαινεθήσεται ὁμοίως καὶ ὁ οὐρανὸς, καὶ ὁ Γαβριὴλ, καὶ ὁ Ῥαφαὴλ, καὶ ἕκαστος τῶν ἀγγέλων, καὶ ἕκαστος τῶν ἀρχαγγέλων, ὅτι μὴ ἥρπασαν τὸ εἶναι ἴσα Θεῷ. Ἀνόμ. Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, καὶ πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ' ὥσπερ ἐπίσκοπος οὐκ ὢν, ἄνθρωπος δὲ ὢν, τὴν αὐτὴν ἔχει φύσιν τῷ ἐπισκόπῳ· ὁμοίως καὶ ὁ διάκονος, οὔτε πρεσβύτερος, οὔτε ἐπίσκοπος ὢν, τῆς αὐτῆς μέντοι ἐστὶ φύσεως· οὕτως οὖν λέγεις καὶ αὐτὸς τὸν Υἱὸν Πα τέρα μὲν μὴ εἶναι, τῆς δὲ αὐτῆς φύσεως τῷ Πατρί· καὶ τὸ Πνεῦμα δὲ τοῦ Θεοῦ, Υἱὸν μὲν μὴ εἶναι μήτε Πατέρα, τῆς δὲ αὐτῆς εἶναι φύσεως τῷ Πατρί. Τί οὖν ἀπατᾷς τοὺς ἀκούοντας, μὴ εἰδὼς ἃ λέγεις, οὐ λέγεις δὲ τρεῖς φύσεις ἀνομοίους ὡς ἄγγελον, καὶ ἄνθρωπον, καὶ ἵππον; Ἀνόμ. Οὕτω λέγω· ἐὰν γὰρ τοῦτο μὴ εἴπω, ὁμοουσιαστὴς 28.1157 ἐγενόμην. Ὀρθ. Ἔγνως οὖν, ὅτι ὁ λέγων τὸν Πατέρα ὡς ἐπίσκοπον, καὶ τὸν Υἱὸν ὡς πρεσβύτερον, καὶ τὸ Πνεῦμα ὡς διάκονον, ὁμοούσιον λέγει. Οὕτω δὲ λέγων σαυτὸν Χριστιανὸν ἐνόμισας μέχρι τοῦ παρόντος. Εἰ δὲ τοῦτο ὁ λέγων οὐ κέκριταί σοι εἶναι Χριστιανὸς, σαυτὸν ἄρα κατέκρινας, καὶ ἐκ τοῦ στόματός σου ἐκρίθης μὴ ὢν Χριστιανός. Ἀνόμ. Ὁ λέγων οὖν ὁμοούσιον Χριστιανὸς οὐκ ἔστιν; Ὀρθ. Ὁ λέγων ὁμοούσιον Χριστιανός ἐστιν· ὁ δὲ νομίζων μὴ εἶναι Χριστιανὸν τὸν λέγοντα ὁμοούσιον, καὶ αὐτὸς λέγων, εὑρεθήσεται ἑαυτὸν κατακρίνων, ὡς ὁ κακὸς δοῦλος ἐκεῖνος, ὁ ἐκ τοῦ ἰδίου στόματος κατα κεκριμένος. Ἀνόμ. Πῶς γὰρ αὐτὸ λέγων εὑρέθην; Ὀρθ. Εἶπας ὅτι, Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ἀνόμ. Ὁμολογῷ εἰρηκέναι, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ' ἐπίσκοπος, πρεσβύτερος, καὶ διάκονος ὁμοούσιοί εἰσιν· ὁμοούσιον ἄρα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὡμολόγηκας. Ἀνόμ. Θέλεις οὖν εἰπεῖν, ὅτι, ὥσπερ κονδῖτος οἶνος κερασθεὶς, οὕτως ἐστὶ Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Οὐδὲ οἶδας, ὅτι σὺ τοῦτο λέγεις; Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι ἄλλην φύσιν λέγειςτοῦ Πατρὸς, καὶ ἄλλην τοῦ Υἱοῦ, καὶ ἄλλην τοῦ ἁγίου Πνεύματος, ὡς οἴνου καὶ μέλιτος καὶ πεπέρεως. Ἡμεῖς δὲ λέγομεν· Ἐὰν ᾖ ὁ Πατὴρ οἶνος εὐφραίνων καρδίαν, καὶ ὁ Υἱὸς οἶνος εὐφραίνων καρδίαν, καὶ τὸ Πνεῦμα οἶνος εὐφραίνων καρδίαν ἐστὶν, ᾗ ὁ Πατὴρ ὑπὲρ μέλι καὶ κηρίον. Ὑμεῖς ἄρα καὶ οὐχ ἡμεῖς, κονδίτῳ παρεβάλλετε τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, οἱ ἀνομοίους τὰς φύσεις εἰσηγούμενοι. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ∆ΙΑΛΟΓΟΣ Βʹ ΠΕΡΙ ΑΓΙΑΣ ΤΡΙΑ∆ΟΣ, ΕΝ Ω ∆ΙΑΛΕΓΟΝΤΑΙ ΟΜΟΙΩΣ ΟΡΘΟ∆ΟΞΟΣ ΚΑΙ ΑΝΟΜΟΙΟΣ

ΑΡΕΙΑΝΙΣΤΗΣ. ΑΝΟΜΟΙΟΣ. Πᾶσι τοῖς νοῦν ἔχουσιν ὁμολογούμενόν ἐστιν, ὅτι τὸ ἔκ τινος ὂν μεταγενέστερόν ἐστι τοῦ ἐξ οὗ ἐστιν, ὡς ἐξ αἰτίου. Ὀρθόδοξος. Οὐ πάντως. Ἀνόμ. Σὺ οὐκ εἶ ἐκ τοῦ πατρός σου, καὶ μετὰ τὸν πατέρα 28.1160 σου; Ὀρθ. Ἐγὼ μὲν ἐκ τοῦ πατρός μου εἰμὶ, καὶ μετὰ τὸν πατέρα μου εἰμὶ, καὶ ἐκτὸς τοῦ πατρός μου εἰμί· τὸ δὲ φῶς ἐκ τοῦ ἡλίου ἐστὶ, καὶ οὐδὲ μετὰ τὸν ἥλιόν ἐστιν, οὐδὲ ἐκτὸς τοῦ ἡλίου ἐστὶν, ἀλλὰ μετὰ τοῦ ἡλίου, καὶ ἐν τῷ ἡλίῳ, καὶ σὺν τῷ ἡλίῳ· καὶ ἡ εὐωδία ἐκ τοῦ μύρου ἐστὶ, καὶ οὔτε μετὰ τὸ μύ ρον, οὔτε ἐκτὸς τοῦ μύρου, ἀλλὰ μετὰ τοῦ μύρου, καὶ ἐν τῷ μύρῳ, καὶ σὺν τῷ μύρῳ· καὶ τὸ νοεῖν ἐκ τοῦ νοῦ ἐστι, καὶ οὔτε μετὰ τὸν νοῦν, οὔτε ἐκτὸς τοῦ νοῦ,