1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

35

ἀστραπὰς τοὺς ἁγίους ἀποστόλους, τοὺς καὶ φάναντας τῇ οἰκουμένῃ τὸ φῶς τῆς βροντῆς; Αὐτοὶ γάρ εἰσιν οἱ ἀκούσαντες· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ἡ δὲ σαλευθεῖσα γῆ εἰς γεωργίαν ἐκ τῆς βροντῆς, καὶ ἐκ τῆς φαύσεως τῶν ἄστρων τὰ ἔθνη ἀπὸ τῆς ἀγνωσίας εἰς τὴν ἐπί γνωσιν. Μακεδ. Εἶπον, ὅτι ξενοφωνοῦμαι, καὶ ἀνάγκη με ἐπισκέψασθαι. Ὀρθ. Ἐπειδὴ πανταχόθεν σε θέλω πεισθῆναι, μάθε, ὅτι καὶ ἐν ἑτέρῳ ψαλμῷ ὁ ∆αβὶδ τὸ βάπτισμα βροντὴν καλεῖ, λέγων· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.» Καὶ τὰ ἑξῆς· «Ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Μακεδ. Ἔγνων λοιπὸν, τί ἐστιν ὃ θέλεις κατασκευάσαι καὶ συναγαγεῖν. Ἀλλ' εἶπον, ἐγὼ ὀλίγος εἰμί· ἔνδος μοι ἐπισκέψασθαι. Ὀρθ. ∆ῴη σοι ὁ Θεὸς σύνεσιν, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων. 28.1265 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ∆ιάλεξις εʹ, ἐν ᾖ τοῦ αὐτοῦ

Ἀπολλιναριαστοῦ κεφαλαίωσις καὶ Γρηγορίου ἐπισκόπου.

ΑΠΟΛΛΙΝΑΡΙΑΣΤΗΣ. Θεοῦ ἐνεργήσαντος ἀνθρώπῳ, ἀποτελεῖται προφήτης, ἤγουν ἀπόστολος, οὐ Σωτὴρ κόσμου· Χριστὸς δὲ Σωτὴρ κόσμου· οὐκ ἄρα, Θεοῦ ἐνεργή σαντος ἀνθρώπῳ, ἀπετελέσθη Χριστός; ΟΡΘΟ∆ΟΞΟΣ. Θεοῦ μὲν ἐνεργήσαντος οὐχ ἁπλῶς, ὡς ἐνόμισας, ἀλλὰ προφητείαν, ἀποτελεῖται προφήτης, ἤγουν ἀπόστολος, καὶ οὐ Σωτὴρ κόσμου. Θεὸς δὲ, μορφὴν δούλου λαβὼν, ἐγένετο ὁ αὐτὸς καὶ προφήτης, καὶ ἀπόστολος, καὶ ἀρχιερεὺς, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, Σωτὴρ κόσμου, μένων Θεὸς, καὶ οὐ τραπεὶς εἰς τὰ προειρημένα. Ἀπολλ. Πᾶς ἄνθρωπος μέρος κόσμου, καὶ οὐ δὲν μέρος κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑφ' ᾗ καὶ αὐτὸς κεῖται. Χριστὸς δὲ αἴρει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. ∆ιὰ γὰρ τοῦτο, ἐπειδὴ οὐδὲν μέρος κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ δημιουργὸς τοῦ κόσμου μορφὴν ἔλαβε μέρους κό 28.1268 σμου, ἵνα τῷ μέρει τοῦ κόσμου, σφαγεὶς ὡς μέρος κόσμου, ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς δημιουρ γὸς τοῦ κόσμου. Ἀπολλ. Πᾶς ἄνθρωπος ὑπὸ θάνατον· καὶ οὐ δεὶς, ὑπὸ θάνατον ὢν, καταργεῖ θάνατον. Χριστὸς δὲ καταργεῖ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. ∆ιὰ γὰρ τοῦτο, ἐπειδὴ οὐδεὶς ἀνθρώπων καταργεῖ θάνατον, ὑπὸ θάνατον ὢν, ὁ ἀθάνατος τοῦ Θεοῦ Υἱὸς, Λόγος ὢν καὶ Θεὸς, ἥνωσεν ἑαυτῷ τὸ ὑπὸ θάνατον, «ἵνα ἐν τῷ θανάτῳ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καταργήσῃ.» Ὡς γὰρ οὐκ ἠδύνατο ἀόρατος ὢν ὁραθῆ ναι, μὴ λαβὼν τὸ ὁρατόν· οὕτως οὐδὲ ἠδύνατο ἀθάνατος ὢν ἀποθανεῖν, μὴ λαβὼν τὸ θνητόν. Ἀπολλ. Πᾶς ἄνθρωπος χοϊκός. Χριστὸς δὲ οὐ χοϊκὸς, ἀλλ' ἐπουράνιος· οὐκ ἄρα ἄνθρωπος ὁ Χρι στός· εἰ μὴ ὁμωνύμως τὸ αὐτὸ τοῦτο ἄνθρωπος. Ὀρθ. Πλανᾶσθε· οὐ γὰρ πᾶς ἄνθρωπος χοϊκός. Ἐδίδαξε γὰρ ἡμᾶς ἡ Γραφὴ καὶ ἐπουρανίους ἀνθρώπους, εἰ καὶ μὴ τῇ φύσει, ἀλλὰ τῷ τρόπῳ, λέγουσα· «Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Συνωνύ μως δὲ ἡμεῖς τὸν Χριστὸν ἄνθρωπον λέγομεν κατὰ τὴν ἀνθρωπότητα. Καὶ ὥσπερ ζῶον τὸν ἄνθρωπον λέγοντες, συνωνύμως τῷ ἵππῳ ἢ καὶ ἑτέρῳ τινὶ τῶν ζώων λέγομεν, οὐ πάντως δὲ καὶ λογικὸν πᾶν ζῶον· οὕτως καὶ ἐὰν εἴπωμεν συνωνύμως τὸν Χριστὸν ἄν θρωπον, οὐ πάντως πᾶς ἄνθρωπος Χριστός. Καὶ ὥσπερ τὸ συνταττόμενον λογικὸν τῷ ζώῳ ἄνθρωπός ἐστιν, οὐκ ἀναιρεῖται ζῶον εἶναι· οὕτως συν ταττόμενος Θεὸς, καὶ συμπιστευόμενος λογικῷ ζώῳ, Χριστὸς ὁμολογεῖται καὶ πιστεύεται· καὶ οὐκ ἀναι ρεῖται ἄνθρωπος εἶναι, ἀλλ' ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Ἀπολλ. Ὁ διδοὺς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οὐχὶ καὶ αὐτὸς γέγονε. Χριστὸς δὲ δίδωσιν· οὐκ ἄρα γέγονεν Υἱὸς, ἀλλ' ἔστι τῇ φύσει. Ὀρθ. Υἱὸς Θεοῦ οὐ γέγονεν, ἀλλ' ἦν τῇ φύσει. Υἱὸς δὲ ἀνθρώ που