1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

17

θέλησιν τῆς δημιουργίας· ἐπηγγείλατο δὲ καὶ μετα σχηματίσαι τὸν κόσμον. Θελήσας ἄρα μετασχηματίζει. Οὐ μόνον δὲ πολλαὶ, ἀλλὰ καὶ διάφοροι αἱ θε λήσεις. Ἠθέλησε γὰρ καὶ οὐρανὸν, ἠθέλησε καὶ ἥλιον, ἠθέλησε καὶ γῆν. Τῶν δὲ θελημάτων διαφόρων ὄντων, ἀνάγκη διαφέρειν καὶ τὰς περὶ αὐτῶν θελήσεις· καὶ ἐπὶ τῶν νοητῶν δὲ ὡσαύτως. Ὀρθ. Εἰ τοίνυν καὶ κατὰ σὲ οὐ ταυτόν ἐστι τῇ οὐσίᾳ ἡ βούλησις, ἤγουν ἡ θέλησις, πάντα δὲ τὰ γεγονότα τοῦ θελήματος αὐτοῦ εἰσιν ἔργα, ὁμολόγει τὸν Υἱὸν ἐκ τῆς οὐσίας· οὕτω γὰρ αὐτὸν καὶ μονογενῆ ὁμολογήσεις τὸ μόνον ἐκ τῆς οὐσίας γεγενῆσθαι. Εἰ γὰρ καὶ αὐτὸς βουλήσεως καὶ θελήσεώς ἐστιν Υἱὸς, οὐκ ἔστι μονογενὴς, πολλῶν ὄντων τῶν κατὰ βούλησιν ἀποκυηθέντων. Γέγραπται γάρ· «Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας.» Πολλαὶ δὲ θελήσεις οὐκ εἰσὶν, ὡς ἐνόμισας· οὐ γὰρ, ἐπειδὴ διάφορα τὰ δημιουργήματα, πάντως διάφοροι καὶ αἱ θελήσεις· ἀλλ' ὥσπερ ἑνὶ θελήματι ποιήσας τὸν ἄνθρωπον ἐκ διαφόρων μελῶν καὶ μερῶν πε ποίηκεν, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, τρίχας, ἔντερα, καὶ διαφόρως τὴν τῶν ἐντέρων σύνθεσιν, σπλῆνα, ἧπαρ, νεφροὺς, καὶ ὅσα ἐν ἡμῖν· οὕτω καὶ πάντα τὸν κό σμον ἑνὶ θελήματι δημιουργεῖ. Ἀνόμ. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ; καὶ εἰ μείζων, κατὰ τί μείζων, πότερον μείζων ὄγκῳ σώματος, ἢ κατὰ τὴν φύσιν τῆς ἀγεννησίας; καὶ πό τερον τὸ ἀγέννητον οὐσία ἐστὶν, ἢ οὐδέν ἐστιν; Ὀρθ. Μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ γέγραπται, οὔτε δὲ ὄγκῳ, οὔτε χρόνῳ, οὔτε φύσει, ἀλλ' ὡς Πατὴρ Υἱοῦ ἐνανθρωπήσαντος. ∆ιὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τῶν ἀγγέλων ἠλαττῶσθαι αὐτὸν λέγει ὁ Ἀπόστολος, γρά φων· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» ∆ιὰ δὲ ταύτην τὴν ἐνανθρώπησιν καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσὴφ ὑπετάσσετο. «Ἦν γὰρ ὑποτασσόμενος αὐτοῖς,» 28.1168 ὡς ἐν Εὐαγγελίῳ γέγραπται. Ἀνόμ. Ἀλλὰ φύσει μείζων κατὰ τὸ ἀγέννητον, ἔστι τι, ἢ οὐδέν ἐστι, καθὼς προείπομεν; Ὀρθ. Οὐδέν ἐστι φύσει· οὐ γὰρ οὐσία ἐστίν. Εἰ τοίνυν κατὰ τὸ ἀγέννητόν ἐστι μείζων, τὸ δὲ ἀγέννητον οὐδέν ἐστι, κατ' οὐδέν ἐστι μείζων. Ὁ δὲ ἐν μηδενὶ μείζων κατὰ πάντα ἴσος. Οὐ γὰρ δὴ ὁ Πατὴρ ἐλάττων τοῦ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν ἴσον λέγεις τὸ ἀγέννητον τῷ γεννήματι· καὶ πῶς ἀληθεύει ὁ λέγων· «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν;» Ὀρθ. Τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρὸς οὐσία οὐκ ἔστιν, ἀλλὰ τοῦ μὴ Πατέρα ἔχειν τὸν Θεὸν δηλωτικόν. Οὐδεὶς δὲ διὰ τοῦτο μείζων τινὸς, διὰ τὸ Πατέρα μὴ ἔχειν. Οὐδὲ γὰρ ὁ Ἀδὰμ πατέρα ἔσχεν, οὔτε ἡ Εὔα· ἀλλ' ὅμως εἰσὶν ἡμῖν ὁμοούσιοι. Πῶς δὲ καὶ, περὶ ἀγεννήτου καὶ γεννητοῦ φιλοσοφῶν, ὥσπερ ἐπιλανθανόμενος σαυτοῦ ἐπήγαγες τό· Ὁ Πα τὴρ ὁ πέμψας με μείζων μού ἐστιν;» Ἔδει γάρ σε μᾶλλον ἑαυτῷ ἀκολουθοῦντα εἰπεῖν· Ὁ ἀγέννητος ὁ πέμψας με μείζων μού ἐστιν. Ἀλλ' οὐ γέγραπται· διὰ τοῦτο οὐ λέγεις καλῶς. «Μὴ σοφίζου πολλὰ, ἵνα μὴ ἐκπλαγῇς.» Οὐ γὰρ εἶ σοφώτερος τοῦ ∆ανιὴλ, μήτοι γε τοῦ Πνεύματος, τοῦ Πατέρα μὲν διδάξαντος, ἀγέννητον δὲ μή. Ἀνόμ. Εἰ δὲ κατ' ὄγκον ὁ Πατὴρ μείζων, σύνθετος ἔσται ὁ ἀγέννητος, καίπερ ἁπλοῦς ὢν καὶ ἀσχημάτιστος· εἴγε ὁ ὄγκος σύνθετον καὶ μεριστόν· πᾶς γὰρ ὄγκος ἐκ μερῶν σύγκειται, καὶ σύνθεσιν μερῶν ἔχει· ὅπερ ἐπὶ Θεοῦ λέγει ἄτοπον. Ὀρθ. Ἐπὶ Θεοῦ λέγειν σύνθεσιν καὶ ὄγκον ἄτοπον, ἀληθῶς δὴ ἄτοπον. Θεὸς δὲ, κἂν μὴ θέλῃς, ὁ Υἱὸς, ἀσύνθετος καὶ ἁπλοῦς καὶ ἀσχημάτιστος καὶ αὐτός· καὶ σύνθε σιν λέγειν καὶ ὄγκον ἐπ' αὐτοῦ ἄτοπον. Εἰ δὲ τοῦτο, τὸ μεῖζον ἄρα ἐν τούτοις οὐχ εὑρεθήσεται. Ἐν δὲ τῷ ἁπλῷ καὶ ἀσυνθέτῳ καὶ ἀσχηματίστῳ καὶ θείῳ ἴσος ὁμολογηθεὶς, μείζονα τὸν Πατέρα λέγει, μορφὴν δού λου λαβὼν, καὶ τιμῶν τὸν ἑαυτοῦ Πατέρα. Ἀκούεις γοῦν αὐτοῦ λέγοντος· «Ἀλλ' ἐγὼ τιμῶ τὸν Πατέρα, ὑμεῖς δὲ ἀτιμάζετέ με·» καὶ, Ὁ Πατὴρ τιμᾷ τὸν Υἱὸν, καθίσας αὐτὸν ἐκ δεξιῶν, καὶ πάντας ἕλκων πρὸς αὐτόν. Λέγει γὰρ αὐτὸς ὁ Υἱός· «Οὐδεὶς ἔρχε ται πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐ τὸν πρὸς μέ.» Ἀνόμ. Ἄλλως δὲ, εἰ ἔστι τι τὸ ἀγέννητον, ἢ ὅλον ἐστὶ τοῦτο ἢ μέρος· ἀλλ' εἰ μὲν μέρος, πάλιν ἑαυτοῦ ἐστιν