1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

31

καὶ ἁμαρτωλοὶ θεοί εἰσιν; Ὀρθ. Ἀλλὰ καὶ τὰς τοῦ Πατρὸς φωνὰς καὶ τὰς τοῦ Υἱοῦ καὶ τὰς τῶν ἁγίων, καὶ τὰς τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν, τὸ Πνεῦμα διὰ τῶν προφητῶν καὶ ἀποστόλων ἔγραψεν. Οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός. Μακεδ. ∆εῖξόν μοι, ποῦ φανερῶς Θεὸς εἴρηται τὸ Πνεῦμα τὸ ἅγιον. Ὀρθ. Ὁμολογεῖς ναὸς εἶναι τοῦ Θεοῦ, ἢ οὔ; Μακεδ. Ναί. Καὶ γὰρ εἴρηται παρὰ τοῦ ἁγίου Παύλου· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ;» Ὀρθ. Πᾶς δὲ ναὸς, Θεοῦ ναός ἐστι· Θεὸς ἄρα τὸ Πνεῦμα. Μακεδ. Οὐ λέγω Θεὸν τὸ Πνεῦμα. Ὀρθ. Οὐκοῦν οὐδὲ σὺ ναός. Μακεδ. Τοῦ Θεοῦ ναός εἰμι. Ὀρθ. Τοῦ Πνεύματος οὔ; Μακεδ. Ναὶ καὶ τοῦ Πνεύματος. Ὀρθ. Ἄρα καὶ Πνεῦμα Θεός.Μακεδ. Ἐπειδὴ καὶ ἄγγελοι ᾤκησαν ἐν τοῖς ἁγίοις, ὥσπερ ὁ προφήτης λέγει· «Τάδε λέγει ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί·» διὰ τοῦτο καὶ τοὺς ἀγγέλους θεοὺς λέγω; Ὀρθ. Οὐκ ἔχεις μὲν δεῖξαι, ὅτι εἷς ἦν τῶν γενητῶν ἀγγέλων ὁ λαλῶν ἐν τῷ προφήτῃ. Προαπο δέδεικται γὰρ, ὅτι καὶ ὁ Υἱὸς ἄγγελος, καὶ τὸ Πνεῦ μα. Κἂν δοθῇ σοι ἕνα τῶν γενητῶν ἀγγέλων λαλεῖν ἐν τῷ προφήτῃ, ἀλλ' οὐχὶ καὶ ναὸς τοῦ ἀγγέλου ὁ προφήτης. Πᾶς γὰρ ναὸς, Θεοῦ ναός. Ἐπειδὴ εἰπὲ, ποῦ τῆς Γραφῆς εἴρηται ναὸς ὁ προφήτης ἢ ὁ ἀπό στολος, ἢ καθόλου ἄνθρωπος, ἀγγέλου, ἤ τινος κτί σματος. Μακεδ. Θεὸς οὖν τὸ Πνεῦμα; Ὀρθ. Ἐὰν θέλῃς, κἂν μὴ θέλῃς. Μακεδ. Τρεῖς οὖν θεοί. Ὀρθ. Θεὸς ὁ Πατήρ; Μακεδ. Ναί. Ὀρθ. Καὶ ὁ Υἱός; Μακεδ. Ναί. Ὀρθ. ∆ύο οὖν θεοί; Μακεδ. Οὔ. Ὀρθ. Οὕτως οὐδὲ τρεῖς; Μακεδ. Ἀλλ' εἷς καὶ εἷς. Ὀρθ. Εἰ τὸ εἷς καὶ εἷς οὐκ εἰσὶ δύο, οὐδὲ τὸ εἷς καὶ εἷς καὶ εἷς, τρεῖς. Μακεδ. Οὐκ ἔστιν οὖν εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι' οὗ τὰ πάντα; Ὀρθ. Εἰπὲ καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. Μακεδ. Ποῦ τοῦτο γέγραπται; Ὀρθ. Παρὰ τῷ ∆αβίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι 28.1240 τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Μακεδ. Ἀλλὰ τὸ Πνεῦμα τοῦ στόματος οὐκ ἔστι τὸ ἅγιον Πνεῦμα. Ὀρθ. Οὐκοῦν οὐδὲ ὁ Λόγος Υἱός. Μακεδ. Ἐνταῦθα οὐ τὸν ἐνυπόστατον Λόγον λέγει, οὐδὲ τὸ ἐνυπόστατον Πνεῦμα. Ὀρθ. Ἵνα σοι καὶ δοθῇ λόγον ἔχειν προφορικὸν τὸν Θεὸν, εἰπὲ ἡμῖν, ὁ ἐνυπόστατος Λόγος ἐστὶν ὁ τὸν οὐρανὸν στερεώσας, ἢ ὁ προφορικός; Μακεδ. Τὸν προφορικὸν λέγω, τὴν ἐντολὴν αὐτοῦ· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Εἶπε δὲ καὶ ἐνετείλατο τῷ Υἱῷ, ἐνυποστάτῳ Λόγῳ· ὁ δὲ τὴν ἐν τολὴν λαβὼν Υἱὸς ἔκτισεν. Ὀρθ. Οὐκέτι οὖν τῷ λόγῳ αὐτοῦ ἐστερεώθησαν, ἀλλὰ τῇ τοῦ Υἱοῦ ἐνεργείᾳ. Καὶ ψεῦδος τὸ λέ γειν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Οὐ γὰρ ἔσχεν ὁ Λόγος σύνδρομον τὴν δύναμιν, ἀλλ' ἐνέμεινεν τὴν τοῦ Υἱοῦ ἐνέργειαν. Καὶ εἰς ὅσην ἀτοπίαν ἐκπίπτει σου ὁ λόγος, ἀγνοεῖς; Εἰπὲ γὰρ ἡμῖν, πολυμαθὲς, ἆρα ὁ Υἱὸς ἀκούσας παρὰ τοῦ Πατρὸς, κινήσας ἑαυτοῦ τὴν οὐσίαν τέχνῃ τινὶ καὶ μεθόδῳ ἐστερέωσε τὸν οὐρανὸν, ἢ λόγῳ αὐτὸν ὑπ εστήσατο; Μακεδ. Ὁ μὲν τοῦ Λόγου λόγος σύνδρομον ἔσχε τὴν δύναμιν· ὁ δὲ τοῦ Πατρὸς λόγος ἐξεδέξατο τὸν τοῦ Χριστοῦ λόγον. Οὐκ αὐτῷ οὖν ὁ Πατὴρ ἐνετείλατο ποιῆσαι τὰ πάντα; Ὀρθ. Τοῦτο οὐ γέγραπται, ἀλλ' ὅτι ὁ Πατὴρ τοῦ Λόγου ὄντως πάντα ἐποίησεν. Μακεδ. Εἰ Πατὴρ ἐποίει, πῶς διὰ τοῦ Υἱοῦ ποιεῖ; Ὀρθ. Ὡς τὸ φῶς διὰ τοῦ ἀπαυγάσματος φωτίζει, οὕτως ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ κτίζει· καὶ ὡς νοῦς διὰ τοῦ λόγου διδάσκει, οὕτως καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ κτίζει. Μακεδ. Μὴ διὰ τοῦ Πνεύματος; Ὀρθ. ∆ιὰ τοῦ Λόγου κτίζει, καὶ διὰ τοῦ Πνεύματος ἁγιάζει. Μακεδ. Τοῦτο δέχομαι. Ὀρθ. Τοῦτο οὖν ἐστι· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Μακεδ. Ἀλλ' ὁ μὲν Υἱὸς κτίζει, τὸ δὲ Πνεῦμα ἁγιάζει, καὶ οὐ κτίζει. Ὀρθ. Ὁ συνετὸς ἀκούων οἶδεν, ὅτι καὶ τὸ ἁγιάζειν κτίζειν ἐστίν. Ὅταν ἀκούσωμεν, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς,» τί ἄλλο νοοῦμεν ἢ τὸ, Καρδίαν καθαρὰν ἁγίασον ἐν ἐμοὶ, ὁ Θεός; Ἐπειδὴ δὲ σὺ βούλει συν ουσιᾶσθαι τὸν ἁγιασμὸν τοῖς οὐρανοῖς, εἰπὲ, τί μεῖ ζόν ἐστι, κτίζειν ἢ