1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

4

διὰ τὸ συναϊδίως ἐξ αὐτοῦ εἶναι· χα ρακτὴρ διὰ τὴν ὁμοιότητα τῆς ὑποστάσεως· Υἱὸς διὰ τὸ ἐνυπόστατον. Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν πάντα εἶναι ἐκ τοῦ Θεοῦ. Ὀρθ. Ἀλλὰ τὰ μὲν ἔστιν ἐκ τῆς ἐντολῆς αὐτοῦ δημιουργικῶς· ὁ δὲ Υἱὸς ἐκ τῆς ὑποστάσεως γεννητικῶς τὸ δὲ Πνεῦμα ἐκπορευτικῶς. Ἀνόμ. Καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως λέγεις; Ὀρθ. Ἐπεὶ πόθεν; Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὰμὲν ἐκ τῆς ἐντολῆς, τὰ δὲ ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Ὁ ∆αβὶδ λέγει περὶ τῶν ἐκ τῆς ἐντολῆς· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐ τὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ τῆς γεννήσεως τοῦ Υἱοῦ γέγραπται· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» καὶ ἐν ἄλλοις· «Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐκπορεύεται·» καὶ ἐν ἄλλοις· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε ρεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀνόμ. Ἐκ γαστρὸς εἶπε καὶ στόματος, οὐκ ἐξ ὑποστάσεως. Ὀρθ. Ἐπὶ Θεοῦ ὅταν λέγωνται μέλη ἢ μέρη, ἀνθρωποπαθῶς μὲν λέγονται, θεοπρεπῶς δὲ νοοῦνται· εἰ δὲ μὴ, ποίαν γαστέρα σωματικὴν ἐπὶ Θεοῦ ἔχομεν νοῆσαι; Ἐγὼ, γαστέρα ἀκούων, τὸ γεννητικὸν τῆς φύσεως νοῶ, καὶ στόμα τὸ διδακτικόν· καὶ γὰρ καὶ ἐπὶ ἀνθρώπων ἔστιν ὅτε κέχρηται ἡ Γραφὴ ταύτῃ τῇ συνηθείᾳ, ὡς ὅταν λέγῃ· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλά βομεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς.» Καὶ ἐνταῦθα γὰρ οὐ γαστέρα ἡμῶν λέγει τὴν σωματικὴν, ἀλλὰ τὴν τῆς φύσεως γεννητικὴν δύναμιν. Ἀνόμοιος. Ποῦ γέγραπται ἐπὶ Θεοῦ φύσις; Ὀρθ. Παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ τότε μὲν, οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ, γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ Θεοῦ,» φύσει δηλονότι. Καὶ ἐν ταῖς καθολικαῖς Ἐπιστολαῖς γέγραπται· «∆ι' ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται, ἵνα γένησθε θείας κοινωνοὶ φύσεως.» Γινόμεθα δὲ θείας κοινωνοὶ φύσεως τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος. Ἀνόμ. Οὐκοῦν 28.1128 καὶ τὸ Πνεῦμα θείας ἐστὶ φύσεως; Ὀρθ. Εἰ ἡμεῖς τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος θείας ἐσμὲν φύ σεως, οὐχὶ τὸ Πνεῦμα τὸ παρεχόμενον ἡμῖν τὴν κοινωνίαν; Ἀνόμ. Καὶ τὸ Πνεῦμα οὖν λέγεις θείας εἶναι φύσεως; Ὀρθ. Οὐχ ἁπλῶς θείας εἶναι φύσεως, ἀλλὰ τῆς οὐσίας. Αὐτὸς γὰρ εἶπεν ὁ Πατήρ· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» ὁ δὲ Υἱός· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ ὁ Ἰὼβ θεῖον εἶπε τὸ Πνεῦμα, οὕτω λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἢ μὴν ἔτι τῆς πνοῆς μοι ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσει τὸ στόμα μου ἄδικα.» Ὁρᾷς, πῶς τῆς ἁγίας Τριάδος μέμνηται· «Ζῇ Κύριος,» λέγων τὸν Υἱόν· καὶ, «Ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν,» τὸν Πατέρα· «Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ,» τὸ Πνεῦμα τὸ ἅγιον. Χριστοῦ γάρ ἐστιν εὐωδία τὸ Πνεῦμα· καὶ ὥσπερ ἐκ τῆς εὐωδίας διὰ τῶν ῥινῶν τὸ μύρον γινώσκεται, οὕτως καὶ ἐκ τοῦ Πνεύματος Χριστός. «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Καὶ οἱ ἀπόστολοι Χριστοῦ εὐωδία ἦσαν, καὶ εἰσίν· ἐπειδὴ καὶ ναοὶ τοῦ Πνεύματός εἰσι. Λέγει γὰρ Παῦλος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. ∆οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Ἀνόμοιος. Εἰ ἄλλως κτίζει ὁ Θεὸς, καὶ ἄλλως γεννᾷ, σύνθετός ἐστιν; Ὀρθ. Σύνθετος μὲν οὐκ ἔστι· μὴ γὰρ γένοιτό μοι εἰπεῖν! ὑποστάσει δὲ γεννᾷ, καὶ ἐντολῇ κτίζει. Εἰ δὲ ὡς κτίζει, οὕτως καὶ γεννᾷ, τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστιν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ. Ἔκτισε δὲ τὸν κύνα· τόλμησον εἰπεῖν τὸν κύνα ἐκ γαστρὸς γεγεννῆσθαι, καὶ ἄλλο τι τῶν κτισμάτων. Ἐγὼ γὰρ λέγω,