1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

13

πάντοτε τὰ τοῦ Θεοῦ. Ὀρθ. Ἡ Γραφὴ ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ ἀπόστολοι ἐλά 28.1153 λουν ἀφ' ἑαυτῶν. Ἀνόμ. Πῶς; Ὀρθ. Ἐὰν οὖνἀκούσῃς Παύλου λέγοντος περὶ τῶν ἀποστόλων, «Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάν των» (τὰ δὲ ἑπόμενα οἶδας, εἰ φιλόλογος εἶ), τί ἄλλο λογίζῃ, ἢ τὸ ἀφ' ἑαυτῶν τι λελαληκέναι καὶ πε ποιηκέναι, ὅπερ οὐκ ἦν θεόπνευστον; Καὶ περὶ ἑαυτοῦ δὲ λέγει· «Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι.» Τὸ δὲ Πνεῦμα οὐχ οὕτως· καὶ διὰ τοῦτο εἴρηται, ὅτι «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ.» Ἀνόμ. Ἀλλὰ καὶ πάντες ἄνθρωποι ποτὲ μὲν τὰ ἑαυτῶν λέγουσιν, καὶ ποτὲ δὲ τὰ τοῦ Θεοῦ· ἀλλ' οἱ ἄγγελοι πάντοτε τὰ τοῦ Θεοῦ λέγουσιν. Ὀρθ. Οὐδὲ τοῦτο ἀληθές. Εἰ γὰρ πάντοτε τὰ τοῦ Θεοῦ ἔλεγον, οὐκ ἂν ἥμαρτον, ὥστε λέγεσθαι· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο.» Ἀνόμ. Ἀλλὰ καὶ εἴ ποτε ἥμαρτόν τινες τῶν ἀγγέλων, ἀλλ' εἰσὶν ἄγγελοι ἀναμάρτητοι. Ὀρθ. Οὐ ζητοῦμεν, εἴ εἰσιν ἄγγελοι ἀναμάρτητοι, ἀλλ' εἰ δύνανται ἁμαρτῆσαι. Καὶ γὰρ καὶ ἡμεῖς ἕως νῦν οὐκ ἀπεθάνομεν, καὶ ἐσμὲν θνητοὶ τῷ δύνασθαι ἀποθανεῖν, οὐ τῷ ἤδη ἀποτεθνηκέναι· ἐγχω ρεῖ γὰρ καὶ μὴ ἀποθανεῖν τινα ἡμῶν, ὡς τὸν Ἠλίαν. Κἂν μή τις δὲ ἡμῶν ἀποθάνῃ, ἀλλ' ἡ φύσις αὐτὴ θνητή ἐστιν. Ὥστε καὶ τῶν ἀγγέλων αἱ μυριάδες οὐκ ἐψεύσαντο, ἀλλ' ἐφύλαξαν τὰ τοῦ Θεοῦ λόγια· ἀλλ' ἐδείχθη αὐτῶν ἡ φύσις τρεπτὴ, καὶ λαλοῦσα ἀφ' ἑαυτῆς, τό τινας αὐτῶν τραπῆναι καὶ λαλεῖν ἀφ' ἑαυτῶν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ λαλεῖ ἀφ' ἑαυτοῦ. Οὐ γάρ ἐστι γενητῆς φύσεως, ὥστε καὶ δύνασθαι τραπῆναι. Ἀνόμ. Πόθεν γὰρ, ὅτι οὐ δύναται τραπῆναι τὸ Πνεῦμα; Ὀρθ. Τὸ παρέχον ἄλλοις τὴν ἀτρεψίαν, ἀνάγκη ἄτρεπτον εἶναι τῇ φύσει. Ἀνόμ. Εἰσὶ γὰρ οὖν καὶ ἄλλα ἄτρεπτα. Εἰ γὰρ παρέχει ἄλλοις τὸ Πνεῦμα τὴν ἀτρεψίαν, αὐτὰ ἐκεῖνα, οἷς παρέχει τὸ Πνεῦμα τὴν ἀτρεψίαν, ἄτρεπτά εἰσιν. Ὀρθ. Ἀλλὰ τὰ μέν εἰσι μετοχῇ ἄτρεπτα, τὰ δὲ τῇ φύσει, ὡς τὸ πῦρ φύσει ἐστὶ καυστικὸν, τὸ δὲ ὕδωρ κατὰ παράθε σιν τοῦ πυρὸς καυστικὸν γίνεται. Οὕτως τὸ μὲν Πνεῦμα φύσει ἐστὶν ἄτρεπτον, οἱ δὲ μετέχοντες αὐτοῦ κατὰ μετ οχὴν ἄτρεπτοι. Ἀνόμ. Μὴ θέλεις εἰπεῖν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα Πατήρ ἐστιν; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. Εἰ πάντα τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματός εἰσι καὶ τοῦ Υἱοῦ κοινὰ, ὀφείλει καὶ Πατὴρ εἶναι τὸ Πνεῦμα καὶ Υἱός. Ὀρθ. Οὐκ εἶπον· Τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματός εἰσι κοινά· ἀλλὰ, Τὰ ἴδια τῆς οὐσίας τοῦ Θεοῦ, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσι κοινά· οἷον τὸ ἄφθαρτον, τὸ ἀθάνατον, τὸ ἀναλλοίωτον, τὸ ἀψευ δὲς, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Ἄλλος οὖν ἐστιν ὁ Θεὸς, καὶ ἄλλος ὁ Πατήρ; Ὀρθ. Μὴ γένοιτο! ἀλλὰ τὸ, Θεὸς, τὴν φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ, τὴν σχέσιν 28.1156 τὴν πρὸς τὸν Υἱόν. Ὅσα οὖν ἴδιά εἰσι τῆς φύσεως, ταῦτα κοινὰ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων. Ἀμέ λει καὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ οὐκ ἔστι πέρας, εἴρηται παρὰ τῷ προφήτῃ· τοῦτο δὲ ἄν τις εἴποι καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ Πνεύματος· οὔτε γὰρ τῆς μεγαλωσύνης τοῦ Υἱοῦ ἐστι πέρας, οὔτε τῆς μεγαλωσύνης τοῦ Πνεύματος. «Ποῦ» γὰρ «πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Τῶν δὲ κτισμάτων ἁπάντων καὶ πέρας ἐστὶ καὶ ποσότης. ∆ύναμαι γὰρ νοῆσαι τὸν Γα βριὴλ, ἔνθα οὐκ ἔστιν ὁ Ῥαφαήλ· Πατέρα δὲ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων νοῶ Ἀνόμ. Κἀγὼ λέγω, ὅτι πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων ἐστὶ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Τοῦτο οὖν ἐστιν ὁμοούσιον, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας. Ἀνόμ. Οὐ λέγεις οὖν μείζονα τὸν Πατέρα τοῦ Υἱοῦ; Ὀρθ. Ὡς Θεὸν Θεοῦ, οὔ· ὡς Πατέρα δὲ Υἱοῦ ἐνανθρωπήσαντος. Ἀμέλει οὐκ εἶπεν· Ὁ Θεὸς μείζων μου ἐστίν· ἀλλ', «Ὁ Πατὴρ μείζων μου ἐστίν.» Ἀνόμ. Τῇ θεότητι οὖν ἴσον λέγεις τὸν Υἱὸν τοῦ Πατρός; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ καὶ ὁ Ἀπόστολος λέγει· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι