1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

5

ὅτι καὶ τὸν κύνα καὶ πάντα τὰ ἄλογα μετὰ καὶ πάσης τῆς ἄλλης κτίσεως ἔκτισεν ὁ Θεός· Εἰπὲ καὶ αὐτὸς, ὅτι καὶ ἐκ γαστρὸς αὐτὰ ἐγέννησεν, εἴπερ ὡσαύτως κτίζει καὶ γεννᾷ. Ἀνόμ. Ἄλλως οὖν κτίζει, καὶ ἄλλως γεννᾷ; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Οὐκ ἔστιν ἀσύνθετος; Ὀρθ. Οὐκεἶπον, οὐκ ἔστιν ἀσύνθετος, ἀλλὰ καὶ ὑπὲρ τὸ ἀσυνθετόν ἐστιν· ἄλλως δὲ γεννᾷ καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς οἷόν τε; Ὀρθ. Ὁ νοῦς ὁ ἐν ἡμῖν, ὁκατ' εἰκόνα τοῦ Θεοῦ γεγονὼς, οὐκ ἔστιν ἀσύνθετος; καὶ ἄλλως γεννᾷ λόγον, καὶ ἄλλως κτίζει, ἃ κτίζει. Ἀνόμ. Πῶς ἄλλως γεννᾷ καὶ ἄλλως κτίζει; καίτοιγε ὁ νοῦς οἷς κτίζει, καὶ γεννᾷ. Ὀρθ. Ψεῦδος· γεννᾷ γὰρ ἐξ αὑτοῦ λόγον, κτίζει δὲ ἐξ ὕλης οἰκίαν, πλοῖον, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ Θεὸς ἐξ ὕλης κτίζει; Ὀρθ. Τὰ μὲν ἐξ ὕλης, τὰ δὲ, μὴ ὄντα, ὑπεστήσατο. Ἀνόμ. Πῶς; Ὀρθ. Τὴν ὕλην καὶ τοὺς 28.1129 οὐρανοὺς καὶ τοὺς ἀγγέλους ἐξ οὐδενὸς ὑπεστήσατο. Ἀλλ' ἡ βούλησις, σύνδρομον ἔχουσα τὴν δύναμιν, ὑπεστήσατο ὅσα ἠθέλησε· τὰ δὲ θνητὰ ζῶα ἐκ τῆς ὕλης ἐποίησεν. Ἀνόμ. Τοῦτο δέχομαι. Ὀρθ. Τὸν δὲ Υἱὸν οὐχ ἁπλοῦν καὶ ἀσύνθετον λέγεις; Ἀνόμ. Ναί. Ὀρθ. Οὐκοῦν καὶ τοῦ Υἱοῦ τὸ κτίσμα γέννημα λέ γεις; Ἀνόμ. Οὔ. Ὀρθ. Εἰ διὰ τοῦτο τὸ κτίσμα τοῦ Πατρὸς, γέννημα λέγεις, ἐπειδὴ ἁπλοῦς ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἔστι δὲ καὶ ὁ Υἱὸς ἁπλοῦς, καὶ αὐτοῦ τὸ κτίσμα ἐστὶ γέννημα· καὶ εὑρεθήσεται τοῦ μὲν Υἱοῦ πατὴρ ὁ Πατὴρ, τῆς δὲ κτίσεως πάππος. Ἀνόμ. Ἀλλὰ τοῦ μὲν Πατρὸς τὸ γέννημά ἐστι κτίσμα, τοῦ δὲ Υἱοῦ τὸ κτίσμα ἐστὶ κτίσμα. Ὀρθ. Ἐπειδὴ ἁπλοῦς ἐστιν ὁ Θεὸς, τὸ κτίσμα αὐτοῦ γέν νημα αὐτοῦ ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἢ πῶς; Ἀνόμ. Πάνυ. Ὀρθ. Καὶ τοῦ Υἱοῦ ἄρα τὸ κτίσμα γέννημα, ἀσυνθέτου ὄντος· ἢ οὐκ ἄρα διὰ τὸ ἀσύνθετον τοῦ Πατρὸς τὸ γέννημα κτίσμα, ἢ τὸ κτίσμα γέννημα, κἂν ᾖ ἀσύνθετος. Γέννημα δὲ τοῦ Πατρὸς ὁ Υἱός· οὐκ ἄρα κτίσμα. Ἀνόμ. Ὁ Πατὴρτοῦ Υἱοῦ αἴτιός ἐστι, τῆς δὲ κτίσεως ὁ Υἱός. Ὀρθ. Τῆς δὲ κτίσεως οὐκ ἔστιν αἴτιος καὶ ὁ Πατήρ; Ἀνόμ. Ἀλλὰ διὰ τοῦ Υἱοῦ. Ὀρθ. Τίθης δὲ ὅλως, ὅτι αἴτιός ἐστι καὶ τῆς κτίσεως; Ἀνόμ. Ναί. Πάντα γὰρ ἐκ τοῦ Θεοῦ. Ὀρθ. Εἰσὶν οὖν αὐτοῦ καὶ τὰ γεννή ματα πάντα, κύνες, κόρακες, γῦπες, καὶ πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος. Ἀνόμ. Εἶπον, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθησαν· μόνος δὲ ὁ Υἱὸς ἄνευ μεσίτου γεγέννηται, τουτέστιν ἔκτισται. Ὀρθ. Ἐπειδὴ μόνος ἐκ μόνου, διὰ τοῦτο καὶ γέννημα λέγεις αὐτὸν καὶ κτίσμα; ἢ πῶς; Ἀνόμ. Ναί. Ὀρθ. Τὰ δὲ ἄλλα πάντα, ἐπειδὴ διὰ τοῦ Υἱοῦ ἐγένοντο, κτίσματά εἰσιν, οὐκ ἔτι δὲ καὶ γεννή ματα; Ἀνόμ. Οὕτως. Ὀρθ. Ἡ μεσιτεία τοίνυν τοῦ Υἱοῦ ἠλάττωσε τὴν τοῦ Πατρὸς ἐνέργειαν. Ἀνόμ. ∆ιὰ τί; Ὀρθ. Ὅτι, μόνος μόνον γεννῶν, ὡσαύτωςκαὶ γεννᾷ καὶ κτίζει. Μεσιτεύοντος δὲ τοῦ Υἱοῦ, οὐκ ἔτι τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστι· καὶ, ὡς φαί νεται, ἐπὶ βλάβῃ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν, καὶ πάσης ὁμοῦ τῆς κτίσεως, ἐγεννήθη ὁ Υἱός. Ἀνόμ. ∆ιὰ τί; Ὀρθ. Ἔμελλε γὰρ ἅπαντα τὰ κτίσματαγεννήματα αὐτοῦ εἶναι, εἰ μὴ ἐγεννήθη ὁ Υἱός. Ἀνόμ. Οὐ διὰ τοῦ Υἱοῦ οὖν ἐκτίσθημεν· Ὀρθ. Καὶ πάνυ. Ἀλλ'ἡμεῖς μὲν διὰ τοῦ Υἱοῦ ἐκτίσθημεν, ὁ δὲ Υἱὸς ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ οὐκ ἔκτισται. Ἀνόμ. Αὐτὸς λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὀρθ. Καὶ αὐτὸς λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἀνόμ. Τί 28.1132 ὅμοιον, «ἔκτισέ με,» καὶ, «ὤρυξαν χεῖράς μου καὶ πόδας;» Ὀρθ. Ὥσπερ τὸ μέλλον γίνεσθαι ἐπὶ τοῦ σταυροῦ, ὡς ἤδη γεγονὸς ἔλεγεν· οὕτως τὸ μέλλον ἐπὶ τῆς σαρκώσεως, ὡς ἤδη γεγονὸς ἔλεγεν. Ἀμέλει γοῦν οὐκ εἶπε· Κύριος ἔκτισέ με πρὸ ἀρχῆς ὁδοῦ· ἀλλ' ἐπειδὴ ἀπολλυμένη ἦν ἡ ὁδὸς τῶν ἄλλων, ἔμελλε δὲ ἡμῖν γίνεσθαι ὁδὸς πρόσφατος καὶ ζῶσα, διὰ τοῦτο λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ἀνόμ. «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» λέγει, «πρὸ τοῦ τὴν γῆν ποιῆσαι.» Ὀρθ. Εἰπὲ καὶ σύ· «Τεσσαράκοντα ἔτη οὔπω ἔχεις,» καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελιώθης; ἵν' ἀκούσῃς· «Ἀμὴν, ἀμὴν λέγω σοι, πρὸ τοῦ τοὺς αἰῶνας γενέσθαι, ἐγώ εἰμι.» Ἀνόμ. Καὶ ἦν αὐτοῦ ἡ σάρκωσις πρὸ τοῦ τοὺς αἰῶ νας γενέσθαι; Ὀρθ. Τῇ προγνώσει καὶ αὐτὸ τὸ