1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

2

μαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς θεότητος. Ἡ μὲν γὰρ ὑπόστασις «τὸ εἶναι» σημαίνει· ἡ δὲ θεότης «τὸ τί εἶναι.» Ἀνόμ. Οἷον, ὡς τί· Ὀρθ. Ὡς Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου τρεῖς ὑποστά σεις, καὶ μία ἀνθρωπότης. Ἀνόμ. Οὐκοῦν τρεῖς θεοί; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Εἰ οὕτως εἰσὶν αἱ ὑποστάσεις ὡς Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου, τρεῖς θεοί· τρεῖς γὰρ ἄνθρωποι, Πέτρος, καὶ Παῦ λος, καὶ Τιμόθεος. Ὀρθ. Κατὰ τὰς θείας Γραφὰς, οὐκέτι οὐδὲ αὐτοὶ τρεῖς ἄνθρωποι. «Ἐν γὰρ Χρι στῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, οὐκ ἔνι δοῦλος καὶ ἐλεύθερος· ἀλλ' οἱ πάντες ἐν Χριστῷ ἕν ἐσμεν.» Ἀνόμ. Οὐκέτι οὖν εἰσι τρεῖς, Πέτρος, καὶ Παῦλος, καὶ Τιμόθεος; Ὀρθ. Τρεῖς μέν εἰσιν, ἀλλ' οὐ τρεῖς ἄνθρωποι. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τρεῖς εἰσιν ἄνθρωποι, ὅταν ἀνομοίανἔχωσι τὴν καρδίαν, ὡς Ἕλλην, καὶ Ἰουδαῖος, καὶ Χριστιανός· ὅταν δὲ τὸ αὐτὸ λέγωσι, καὶ μὴ ἔστιν ἐν αὐτοῖς σχίσματα, τρεῖς μέν εἰσιν ὑποστάσεις, εἷς δὲ ἐν Κυρίῳ, μίαν ψυχὴν ἔχοντες καὶ μίαν καρδίαν· καὶ τρεῖς μέν εἰσιν ἀριθμῷ, ἀλλ' οὐχ ἑτερότητι φύ σεως ἢ καρδίας. Ἀνόμ. Ἐγὼ τοὺς τρεῖς τρεῖς λέγω. Ὀρθ. Ἐγὼ δὲ τρεῖς λέγω, ὅταν ᾖ ἐν αὐτοῖς σχίσμα· ἐὰν δὲ κατὰ τὰς ἁγίας Γραφὰς γένωνται κατηρτισμέ νοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἕνα λέγω καινὸν ἄνθρωπον, μετὰ τοῦ μένειν τὰς ὑποστάσεις. Ἀνόμ. Ἀλλὰ ταῦτα ἐπὶ ἀνθρώπων εἴρηται· ἐπὶ δὲ Θεοῦ ἄλλως. Ὀρθ. Εἰ ἐπὶ τῶν διῃρημένων σωματικῶς, ὅταν μὴ ᾖ σχίσμα διανοίας, τὸ εἷς καὶ τὸ ἓν κεῖται ἐν τῇ γραφῇ, πολλῷ πλέον ἐπὶ τῶν ἀΰλων καὶ τῶν ἀσωμάτων. Ἢ τοίνυν δὸς ἐκεῖ σχίσματα, ἵνα εἴ πωμεν τρεῖς θεοὺς, τοῦ μὲν τόδε θέλοντος, τοῦ δὲ τόδε· ἢ, εἰ οὐκ ἔνι σχίσμα, εἷς Θεὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὡς εἷς ἄνθρωπος οἱ ἐν Χριστῷ κατηρτισμένοι, καθὼς γέγραπται. Ἀνόμοιος. Οὐκ ἔστιν οὖν διαφορὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Ἐν τῇ φύσει οὔ·ἐν τῷ θελήματι οὔ· ἐν τῷ γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκπορεύεσθαι, ναί. Ἀνόμ. Τί ἐστι γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκ πορεύεσθαι; Ὀρθ. Ὅτι ὁ μὲν Πατὴρ γεννᾷ, τουτέστιν ἐγέννησεν· ὁ δὲ Υἱὸς γεννᾶται, τουτέστι γεγέννηται· καὶ ὅτι αὐτὸς ὁ Πατὴρ ἐκπέμπει τὸ Πνεῦμα τουτέστιν ἐξέπεμψε. Καὶ τὸ Πνεῦμα ἐκπορεύεται, τουτέστιν, ἐκ πεπόρευται, Ἀνόμ. Ἐκπορεύεται, εἶπε· μὴ γὰρ καὶ ἐκπεπόρευται; Ὀρθ. Καὶ περὶ τοῦ Υἱοῦ, «Γεννᾷ με,» 28.1121 εἴρηκε. «Πρὸ» γὰρ «πάντων βουνῶν γεννᾷ με,» εἶπεν. Ὥσπερ οὖν ἐπὶ τοῦ Υἱοῦ τὸ γεννᾷ με, Ἐγέννησε, νοεῖς, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος τὸ ἐκπορεύε ται, ἐκπεπόρευται, νόησον· ἔθος γάρ ἐστι γραφικόν· ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,» τουτέστιν, Ὁ ποιήσας· καὶ τὸ, «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς,» τουτέστι, θεμελιώσας. Ἀνόμ. Αὕτη ἐστὶν ἡ διαφορά; Ὀρθ. Αὕτη. Ἀνόμ. Τὴν δὲ φύσιν τὴν αὐτὴν λέγεις; Ὀρθ. Τὴν αὐτήν. Ἀνόμ. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι, εἰ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ὀρθ. Τίθης δὲ ὅμως, ὅτι ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ἀνόμ. Ναί; Ὀρθ. Εἰ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται· ὁ γεννῶν ἐκ τῆς αὐτοῦ φύσεως γεννᾷ, καὶ ὁ γεννώμενος ἐκ τῆς τοῦ γεννῶν τος φύσεως γεννᾶται. Ἀνόμ. Μὴ γένοιτό μοι εἰπεῖν, ὅτι ἐκ τῆς φύσεως ἐγέννησεν ὁ Θεός! Ὀρθ. Οὐκοῦν οὐκ ἐγέννησεν. Ἀνόμ. Ἐγέννησε κτίσας; Ὀρθ. Πρῶτον αὐτὸν ἔκτισε, καὶ τότε ἐγέννησεν· ἢ πῶς; Φανε ρώτερόν μοι εἰπέ. Οὐ νοῶ γὰρ τί ἐστιν, ἐγέννησε κτίσας. Ἀνόμ. Τὸ γέννημα τοῦ Θεοῦ κτίσμα αὐτοῦ ἐστιν, ἐπειδὴ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος· καὶ οὐκ ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλ' οἷς γεννᾷ, τού τοις καὶ κτίζει. Ὀρθ. Εἰ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, τί λέγεις, οἷς καὶ οἷς; Ἔνθα γὰρ τὸ, οἷς καὶ οἷς, ἐκεῖ πολλά. Εἰ δὲ ἀσύνθετος, οὐκ ἄρα πολλά. Ἀνόμοιος. Οὐκ ἔστιν οὖν ἁπλοῦς ὁ Θεός; Ὀρθ. Ἐγὼ δὲ καὶ ὑπὲρ τὸ ἁπλοῦν λέγω. Καὶ γὰρ ἄγγελος ἁπλοῦς ἐστι, καὶ ψυχὴ, καὶ τὸ φῶς· οὐ γὰρ ἐκ με ρῶν ἢ μελῶν σύγκειται. Ἀνόμ. Εἰ τοίνυν καὶ ὑπὲρ τὸ ἁπλοῦν ἐστιν, οἷς γεννᾷ καὶ κτίζει; Ὀρθ. Πάλιν λέγω, μὴ λέγε, οἷς γεννᾷ καὶ κτίζει· τὸ γὰρ ἁπλοῦν οἷς καὶ οἷς οὐκ ἔχει· πολλῷ δὲ πλείω τὸ ὑπὲρ ἁπλοῦν οἷς καὶ οἷς οὐκ ἔχει. Ἀνόμ. Ὡσαύτως οὖν γεννᾷ ὁ Θεὸς, καὶ