1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

10

ἀθανασία ὑπόστασις τοῦ Υἱοῦ, καὶ οὐ δύο ἀθανασίαι. Ἀνόμ. Καὶ οὐκ εἰσὶ δύο ἀθανασίαι; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτμὴ διάφορός ἐστιν ἀθανασία· ἀθανασία γὰρ ἀθανα σίας οὐδὲν διαφέρει, ᾗ ἀθανασία ἐστίν. Ἀνόμ. Εἴπερ ἀληθῶς ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, πῶς οὐχὶ ἄλλη καὶ ἄλλη ἀθανασία; Ὀρθ. Ἄλλη καὶ ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, ἀλλ' οὐχὶ ἄλλη καὶ ἄλλη ἀθανασία. Καὶ γὰρ καὶ ἡμεῖς ἄλλην καὶ ἄλλην ἔχομεν ὑπόστασιν, ἀλλ' οὐχὶ ἄλλην καὶ ἄλλην ἀνθρωπότητα. Καὶ ἡ ὑπόστασις Πέτρου ἄνθρωπός ἐστι, καὶ ἡ ὑπόστασις Παύλου ἄνθρωπός ἐστι· καὶ δύο εἰσὶν ὑποστάσεις, καὶ οὐ δύο ἀνθρωπότητες. Καὶ ἄλλην καὶ ἄλλην ὑπόστασιν ἔχομεν, οὐχὶ δὲ ἄλλην καὶ ἄλλην ἀθανασίαν, ἣν διὰ τοῦ ἑνὸς βαπτίσματος ἐλάβομεν. Εἰ γὰρ ἄλλη καὶ ἄλλη ἀθανα σία, ἄλλο καὶ ἄλλο βάπτισμα, καὶ ἄλλη καὶ ἄλλη πίστις, καὶ οὐκ ἔστιν «εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἀνόμ. Ἀλλὰ ἡ ἡμετέρα ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν καὶ τὸ βάπτισμα· ἄρα καὶ ἡ τοῦ Θεοῦ ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν. Ὀρθ. Οὔ. Ἀλλὰ αὐτὴ ἡ ὑπόστασις καὶ ἀθανασία ἐστί· καὶ οὐ μόνον ἀθανασία, ἀλλὰ καὶ ἀφθαρσία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, καὶ κυ ριότης, καὶ δύναμις. Καὶ οὐκ ἔστι κατὰ σύνθεσιν ταῦτα ὁ Θεὸς, ἀλλὰ κατὰ διαφόρους ἐπινοίας λεγόμε νος· ἀθανασία μὲν διὰ τὸ ἀτελεύτητον· ἀφθαρσία δὲ, διὰ τὸ ἄλυτον· δικαιοσύνη διὰ τὸ ἴσον· ἁγια σμὸς διὰ τὸ φυλάττειν ἀπὸ ἁμαρτίας· ἀπολύτρωσις διὰ τὸ σώζειν ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· κυριότης, διὰ τὸ πάντων κρατεῖν· δύναμις, διὰ τὸ μηδὲν αὐτῷ ἀντικεῖσθαι. Ταῦτα δὲ πάντα καὶ περὶ τὴν ὑπόστα 28.1145 σιν τοῦ Υἱοῦ θεωρεῖται, ὁμοίως τῷ Πατρὶ, καὶ οὐ μεθεκτῶς· καὶ διὰ τοῦτο δύο μὲν ὑποστάσεις λέγο μεν Πατρὸς καὶ Υἱοῦ, μίαν δὲ θεότητα, δύναμιν, κυριότητα, καὶ ἀθανασίαν, καὶ ἀφθαρσίαν, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ ἀγεννησίαν μίαν λέγεις. Ὀρθ. Ἀγένητον μὲν λέγω καὶ τὸν Υἱὸν, οὐκ ἀγέννητον δέ. Ἀνόμ. Ἄλλο γάρ ἐστιν ἀγένητον, καὶ ἄλλο ἀγέννητον; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τὸ μὲν γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστάσεως γεννώμενον, καὶ διὰ τοῦτο ἐκ γαστρὸς λεγόμε νον· τὸ δὲ γενητὸν τὸ ἐκ τῆς ἐξουσίας τοῦ γενεσιουρ γοῦ. «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν.» Ἐποίησε δὲ πῶς; «Εἶπεν, καὶ ἐγενήθησαν· ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ἀνόμ. Οὐκ ἠρώτησα, τί ἐστι γεννητὸν, καὶ τί γενητόν· ἀλλ' εἰ ἄλλο ἐστὶ τὸ ἀγένητον, καὶ ἄλλο τὸ ἀγέννητον. Ὀρθ. Εἰ τὸ γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστάσεως καὶ ἐκ γαστρὸς, τὸ μὴ ὂν ἐκ γαστρὸς, ἤγουν ἐκ τῆς ὑποστάσεως, ἀγέννητόν ἐστι· καὶ εἰ τὸ γενητὸν ἐκ τῆς ἐξουσίας ἐστὶ κατ' ἐντολὴν, τὸ ἀγένητον τὸ μὴ κατ' ἐντολὴν ὑπάρχον, ἀλλ' ἢ ἀναίτιον ὂν, ἢ ἐκ τῆς ὑποστάσεως τοῦ ἀγεννήτου. Ἀνόμ. ∆ύο οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἐγὼκαὶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ἀγένητα λέγω, ἀλλ' οὐκ ἀπάτορα τρία, οὐδὲ ἀναίτια· ἀλλὰ τὸν μὲν Πατέρα, καὶ ἀπάτορα, καὶ ἀναίτιον, καὶ ἀγένητον. Καὶ γὰρ οὔτε Πατέρα ἔχει ὁ Πατὴρ, οὔτε γενεσιουργὸν, οὔτε αἴτιον τοῦ εἶναι ὡς ἐξ ὑποστά σεως. Ὁ δὲ Υἱὸς Πατέρα μὲν ἔχει, γενεσιουργὸν δὲ οὐκ ἔχει· οὐ γὰρ ἐγένετο, ἀλλ' ἐγεννήθη. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατέρα οὐκ ἔχει, οὐ γὰρ ἐγεννήθη· γενεσιουργὸν οὐκ ἔχει, οὐ γὰρ ἐγένετο· αἴτιον δὲ ἔχει τὸν Θεὸν, οὗ Πνεῦμά ἐστι, παρ' οὗ καὶ ἐκπορεύεται. Ἀνόμ. Τὰ γὰρ ἄλλα πνεύματα οὐ παρ' αὐ τοῦ ἐκπορεύεται; Ὀρθ. Καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐγεν νήθημεν· «Ὅσοι γὰρ αὐτὸν ἔλαβον,» γέγραπται, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» Ἀλλ' ὥσπερ ἡμεῖς, ἐκ Θεοῦ γεννηθέντες, οὐκ ἐκ γαστρὸς τῆς ὑποστάσεως ἐγεν νήθημεν, οὕτω καὶ τὰ ἐκπορευόμενα πνεύματα ἐκ τοῦ Θεοῦ, οὐκ ἐκ τοῦ στόματος τῆς ὑποστάσεως αὐ τοῦ εἰσι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ στόματος τῆς ὑποστάσεώς ἐστι Πνεῦμα· «Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ὁ Πατὴρ λέ γει· «Ἰδοὺ ὁ Παῖς μου, ὁ ἀγαπητός μου, εἰς ὃν