1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

30

ἀλλὰ Πνεύματος. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Μακεδ. Ζωοποιεῖν λέγεται τὸ ἀπὸ ἁμαρτιῶν ἄγειν εἰς δικαιοσύνην. Οὐ μὴν ἐγείρει νεκροὺς, ὡς ὁ Χρι στὸς ἤγειρεν. Ὀρθ. Παῦλος ὁ ἀπόστολος ἤγειρε τὸν Εὔτυχον ἀποθανόντα, ἢ οὔ; Μακεδ. Ἀλλ' οὐκ ἦν Παῦλος ὁ ἀναστήσας, ἀλλ' ὁ ἐν Παύλῳ λαλήσας Χρι στός. Ὀρθ. Καίτοιγε Παῦλος λέγει, ὅτι «Χριστὸς ἐν δυνάμει Πνεύματος ἁγίου πεποίηκεν ἐν ἐμοὶ τὰ σημεῖα.» Λέγει γὰρ οὕτως, ὅτι «Οὐ τολμῶ τι ἐγὼ λέ γειν ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Μακεδ. Οὐκ ἐδύνατο γὰρ ὁ Χριστὸς ἄνευ τοῦ Πνεύματος τοῦ ἁγίου ποιῆσαι τὰ σημεῖα καὶ τὰ τέρατα; Ὀρθ. Οὐκ 28.1236 ἐδύνατο γὰρ ὁ Πατὴρ ἄνευ τοῦ Υἱοῦ ποιῆσαι τὰ πάντα; Μακεδ. Ναί· ἀλλ' ἵνα καὶ Υἱὸς δημιουργὸς δειχθῇ. Ὀρθ. Τῷ αὐτῷ λόγῳ, δυνάμενος καὶ ὁ Υἱὸς ποιῆσαι τὰ σημεῖα καὶ τὰ τέρατα, ποιεῖ ἐν τῷ Πνεύματι, ἵνα δειχθῇ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ αὐτὰ ποιοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Μακεδ. Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν Θεὸν τὸ Πνεῦμα. Ὀρθ. Λέγεις τὰς θείας Γραφὰς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου εἰρῆσθαι διὰ τῶν προφη τῶν καὶ τῶν ἀποστόλων, ἢ οὔ; Μακεδ. Ναί. Ὀρθ. Θεὸς ἄρα τὸ ἐμπνεῦσαν αὐτοὺς Πνεῦμα. Μακεδ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Εἰ αἱ πνευσθεῖσαι Γραφαὶ παρ' αὐτοῦ θεόπνευστοί εἰσιν, τί ἂν ἄλλο εἴη τὸ Πνεῦμα ἢ Θεός; Μακεδ. Τὴν τοῦ Θεοῦ διδασκαλίαν διηκόνησεν ἡμῖν, καὶ διὰ τοῦτο αὐτὴ ἡ διδασκαλία θεόπνευστος λέγεται. Ὀρθ. Ἐπειδὴ καὶ ὁ ἁγιασμὸς, ὃν ἁγιάζει καὶ ἡμᾶς τὸ Πνεῦμα, Θεοῦ ἐστιν ἁγια σμὸς, οὐκ ἔστιν αὐτοῦ τοῦ Πνεύματος ὁ ἁγιασμός; Μακεδ. Ναὶ, καὶ αὐτοῦ τοῦ Πνεύματός ἐστιν ὁ ἁγια σμός. Ὀρθ. Ὥσπερ οὖν ὁ ἁγιασμὸς Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστιν, οὕτως καὶ ἡ θεία Γραφή. Ἡ τοίνυν διδασκαλία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστιν. Θεόπνευστος δὲ ἡ Γραφὴ ὁμο λογεῖται παρὰ τῷ ἁγίῳ Παύλῳ· Θεὸς ἄρα Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. ∆ιὸ καὶ εἴρηται παρὰ τοῖς προφήταις· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Μακεδ. Πᾶς ὁ μαθὼν παρὰ τοῦ Πατρὸς διδακτὸς Θεοῦ ἀκούει. Ὀρθ. Ὥσπερ ὁ ἁγιαζόμενος παρὰ τοῦ Πατρὸς καὶ Υἱοῦ, ἁγιάζεται ὁμοίως καὶ παρὰ τοῦ Πνεύματος· οὕτως ὁ μαθὼν παρὰ Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος μανθάνει· ἀμέλει τοῦ Χριστοῦ εἰρηκότος, ὅτι «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦν τες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν,» ὁ ἅγιος Παῦλος λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Ἀκούεις, ὅτι ἃ λαλεῖ τὸ Πνεῦμα, Χριστοῦ διδασκαλία ἐστίν· καὶ ἃ λαλεῖ Χριστὸς καὶ τὸ Πνεῦμα, Πατρὸς διδα σκαλία ἐστίν. Εἰ δὲ τοῦτο, ἄρα ἃ λαλεῖ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, θεόπνευστος Γραφή ἐστιν. Μακεδ. Ὅταν οὖν λέγῃ ὁ Πατήρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα·» Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα τοῦτο λέγει. Ὀρθ. Εἰσὶ φωναὶ ἴδιαι τοῦ Πατρὸς, καὶ εἰσὶ φωναὶ ἴδιαι τοῦ Υἱοῦ, καὶ εἰσὶ φωναὶ ἴδιαι τοῦ Πνεύματος· καὶ εἰσὶ κοιναὶ Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὅταν οὖν λέγῃ ὁ Πατὴρ, ὡς προλαβὼν εἴρηκας, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα,» αὐτοῦ τοῦ Πατρός ἐστι φωνή. Καὶ ὁμοίως ὅταν λέγῃ, «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν·» καὶ 28.1237 ὅσαι τοιαῦται, αὐτοῦ τοῦ Πατρός εἰσιν ἴδιαι. Ὅταν δὲ λέγῃ ὁ Υἱὸς, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου,» καὶ ὅσαι τοιαῦται, τοῦ Χριστοῦ εἰσι φωναί. Οὕτω καὶ τοῦ Πνεύματος ἴδιαί εἰσι φωναί· ὡς ὅταν λέγῃ ὁ Ἄγαβος· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν.» Πᾶσαι δὲ αὗται, θεόπνευστοι λέγονται, διὰ τὸ καὶ τὰς τοῦ Πατρὸς Θεοῦ εἶναι φωνὰς, καὶ τὰς τοῦ Υἱοῦ Θεοῦ εἶναι φωνὰς, καὶ τὰς τοῦ Πνεύ ματος Θεοῦ εἶναι φωνάς. Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκοῦν εἰπὲ τὰς μὲν εἶναι θεοπνεύστους (τὰς δὲ οὔ)· καὶ μέμψαι τῷ ἁγίῳ Παύλῳ γράψαντι θεο πνεύστους τὰς πάσας Γραφάς. Μακεδ. Ἦ οὖν, ἐπειδή τινα ῥήματα τῶν ἁγίων εἰσὶν ἐν αὐταῖς καὶ τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ἀνθρώπων, διὰ τοῦτο καὶ οἱ ἀσεβεῖς