1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

7

λέγεις ἀγαθὸν, μὴ ὁμολογῶν με Θεόν; ὡς τὸ, «Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω;» Ἐπειδὴ ὡς ἀνθρώπῳ ψιλῷ αὐτῷ προσῆλθεν, ἁπλῶς διδάσκαλον ὀνομάζων, διὰ τοῦτο λέγει· «Τί με λέγεις ἀγαθὸν,» μὴ πιστεύων, ὅτι Θεός εἰμι; «Οὐδεὶς γὰρ ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀγαθός ἐστιν, ἀλλ' οὐχ οὕτως ἀγαθὸς, ὡς ὁ Πατήρ. Ὀρθ. Καίτοι οὐκ εἴρηται, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Πατήρ· ἀλλ' «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός.» Πῶς δὲ καὶ διαφέρειν λέγεις τὴν ἀγαθότητα τοῦ Πατρὸς τῆς ἀγαθότητος τοῦ Υἱοῦ; 28.1136 Ἆρα μὴ μεμίχθαι πονηρίαν τῇ ἀγαθότητι τοῦ Υἱοῦ νομίζεις, καὶ διὰ τοῦτο διαφέρειν τὴν τοῦ Πατρὸς ἀγαθότητα; Ἀνόμ. Μὴ γένοιτο! οὐ λέγω μεμίχθαι πονηρίαν τῇ τοῦ Υἱοῦ ἀγαθότητι, ἀλλὰ τὴν τοῦ Πα τρὸς ἀγαθότητα διαφέρειν τῆς τοῦ Υἱοῦ. Ὀρθ. Ἀλλὰ ἀγαθότης ἀγαθότητος οὐδὲν διαφέρει, ᾗ ἀγαθότης ἐστίν. Ἀνόμ. Οὐ διαφέρει ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς ἐν ἡμῖν ἀγαθότητος; Ὀρθ. Ἔστι γὰρ ἐν ἡμῖν ἀγαθότης ἄλλη τις παρ' αὐτὸν τὸν Θεόν. Ἀνόμ. Οἱ Ἰουδαῖοι οὖν καὶ Ἕλληνες τὸν Θεὸν ἐν ἑαυτοῖς ἔχουσιν; Ὀρθ. Ἀλλ' οὐδὲ ὁ ἁπλῶς λεγόμενος Χριστιανὸς ἐν ἑαυτῷ ἔχει τὸν Θεὸν, ἀλλ' ἐκεῖνος ἔχει ὁ ὑποπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας, ὥστε δύνασθαι λέγειν· «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ὁ γὰρ τοιοῦτος ἀκούει παρὰ τοῦ Χριστοῦ· «Ὁ ἀγαθὸς ἄν θρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά.» Ἀνόμ. Εἰ ἔστιν ἀγαθὸς ἄνθρωπος ὁ προ φέρων ἐκ τῆς καρδίας τὰ ἀγαθὰ, πῶς οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός; Ὀρθ. Ὅτι ὁ Θεὸς οὐ κατὰ μετοχὴν ἀγαθότητός ἐστιν ἀγαθὸς, ἀλλ' αὐτός ἐστιν ἀγαθότης· ὁ δὲ ἄνθρωπος μετοχῇ ἀγαθότητός ἐστιν ἀγαθός. Ἀνόμ. Καὶ οἱ ἄγγελοι οὐκ εἰσὶν ἀγαθοὶ τῇ φύσει; Ὀρθ. Τῇ φύσει, οὔ· μετοχῇ, ναί. Τὸ γὰρ ὂν τῇ φύσει ἀγαθὸν, ὅ ἐστι τῇ φύσει, οὐ τρέπε ται. Ἀνόμ. Οἷον τί; Ὀρθ. Ἄνθρωπος τῇ φύσει οὐτρέπεται· οὐ γὰρ γίνεται ἄλλο τι τῇ φύσει· τῇ δὲ προαιρέσει τρέπεται· τὸν γὰρ αὐτὸν ὄψει ποτὲ πονη ρὸν, ποτὲ ἀγαθόν· ὡς Παῦλον, ποτὲ μὲν διώκτην, ποτὲ δὲ εὐαγγελιστήν· καὶ τὸν αὐτὸν ποτὲ μαθητὴν, ποτὲ προδότην, ὡς τὸν Ἰούδαν· καὶ ἀγγέλους, ποτὲ μὲν πονηροὺς, ποτὲ δὲ ἀγαθούς. Ἀνόμ. Καὶ γὰρ οἱ ἄγγελοι ποτὲ πονηροὶ, καὶ ποτὲ ἀγαθοί; Ὀρθ. Ἡ Γραφὴ εἶπεν· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο.» Εἰ δὲ ἥμαρτον, δῆλον, ὅτι ἐξέπεσον τῆς ἀγαθότητος. Καὶ καθόλου πᾶσα ἡ ἀξία τοῦ Θεοῦ κτίσις μετοχῇ ἀγαθότητος λέγεται καὶ ἔστιν ἀγαθή· ὁ δὲ Θεὸς, φύσει ὢν ἀγαθὸς, αὐτός ἐστιν ἀγαθότης· διὸ καὶ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἶς ὁ Θεός. Ἀνόμ. Καὶ ὁ Υἱὸς οὖν οὕτως ἐστὶν ἀγαθὸς, ὡς ὁ Πατήρ; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Καὶ πῶς δύναται λέγεσθαι «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» Υἱὸς καὶ Πατὴρ εἰ Θεός; Ὀρθ. Εἷς Θεὸς Υἱὸς καὶ Πατὴρ, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας· ὡς πάντες ἄνθρωποι ἐν Χριστῷ εἷς, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ λόγῳ τῆς οὐσίας καὶ ταῖς συμφωνίαις. Ἀνόμ. Ἄλλο γάρ ἐστιν οὐσία, καὶ ἄλλο ὑπόστασις; Ὀρθ. Ἄλλο καὶ ἄλλο, οὐχ ὡς πρᾶγμα. Ἀνόμ. Οὐκοῦν σύνθεσις, Ὀρθ. Ἄλλο καὶ ἄλλο, εἶπον· οὐχ ὡς πρᾶγμα ἄλλο καὶ ἄλλο, ἀλλ' ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τι τῆς οὐσίας· ὡς ὁ κόκκος τοῦ σίτου λέγεται, καὶ ἔστι σπέρμα καὶ καρπὸς οὐχ ὡς πρᾶγμα 28.1137 ἄλλο καὶ ἄλλο· ἄλλο δέ τι σημαίνει τὸ σπέρμα, καὶ ἄλλο τι καρπός· ὅτι τὸ μὲν σπέρμα τοῦ μέλλοντος γεωργίου ἐστὶ σπέρμα· ὁ δὲ καρπὸς τοῦ παρελθόντος γεωργίου ἐστὶ καρπός. Ἀνόμ. Τί σημαίνει ἡ οὐσία, καὶ τί ἡ ὑπόστασις; Ὀρθ. Ἡ οὐσία τὴν κοινότητα σημαίνει· καὶ εἴ τί ἐστιν ἴδιον τῆς οὐσίας, τοῦτο κοινόν ἐστι τῶν ὑποστάσεων τῶν ὑπὸ τὴν οὐσίαν· ἡ δὲ ὑπόστασις ἰδιό τητα ἔχει, ἥτις οὐκ ἔστι κοινὴ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων, μετὰ τοῦ καὶ ἀριθμὸν ἐπιδέχεσθαι. Ἀνόμ. Ἡ γὰρ οὐσία οὐκ ἔχει ἰδιότητα; Ὀρθ. Οὔτε ἰδιότητα ἔχει, μὴ οὖσαν κοινὴν τῶν τῆς οὐσίας ὑπο στάσεων· οὔτε ἀριθμὸν πληθυντικὸν ἐπιδέχεται, μία οὖσα. Τὸ δὲ ἀριθμὸν πληθυντικὸν ἐπιδεχόμενον πάν τως ἰδιότητα ἔχει· καὶ τὸ ἔχον ἰδιότητα ἀριθμὸν ἐπι δέχεται. Αὐτὴ γὰρ ἡ ἰδιότης τὸν ἀριθμὸν εἰσάγει. Ἀνόμ. Οὐ νοῶ, ὃ λέγεις· εἰπὲ