1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

23

Πατρὸς καὶ Υἱοῦ. Οὕτω γὰρ καὶ ἐροῦμεν, ὅτι «Σὺ ὁ Θεὸς, καὶ ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Μακ. Εἰ ἐν αὐτῷ ὁ Θεὸς, πῶς μία θεότης; Ὀρθ. Ὅτι ἐπιφέρει· «Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Καὶ ὁ Ἱερε μίας λέγει· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Εἰ δὲ οὗτος ὁ ἐπὶ γῆς ὀφθείς ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Μακ. Εἰ μία θεότης ἐστὶν, ἀγέννητος δέ ἐστιν ἡ τοῦ Πατρὸς, γεννητὴ δέ ἐστι τοῦ Υἱοῦ· γεννηταγέννητός ἐστιν ἡ θεότης. Ὀρθ. Γελοῖον ὑπομέ μνηκας φρόνημα. Ἆρα γὰρ, ὅτι ὁ ἀνὴρ καὶ ἡ γυνὴ οὐκ εἰσὶ δύο, ἀλλὰ μία σὰρξ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἀνδρογύναιός ἐστιν ἡ σάρξ; Μακ. Ἀλλὰ ἡ σὰρξ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, ἐκ μιᾶς ὑποκειμένης ὕλης εἰσὶ, τῆς γῆς. Ὀρθ. Ἐὰν οὖν λέγῃ ἡ Γραφὴ περὶ τῶν πιστευσάντων, «Ἦν αὐτοῖς καρδία μία καὶ ψυχὴ μία,» ἦν τὸ πλῆθος τῶν πιστευσάντων ἐξ ἀνδρῶν καὶ γυναικῶν, ἀνδρογύναιος ἦν ἡ ψυχή; Ἐὰν δὲ λέγῃ Παῦλος, «Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν,» ἀνδρογύναιον λέγεις τὴν ἐλπίδα, ἐπειδὴ μίαν ἐλπίδα ἄνδρες καὶ γυναῖκες ἔχομεν; Μακ. Πάλιν λέγω, ἡμεῖς μίαν θεότητα οὐ λέγομεν. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεὸς διὰ τοῦ ∆αβὶδ, «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτυροῦμαί σοι. Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου,» τίνα λέγεις εἰρηκέναι; τὸν Πατέρα ἢ τὸν Υἱόν; Μακ. Ὡς Ἰουδαῖος, ἀπὸ τῆς Παλαιᾶς μοι ∆ιαθήκης διαλέγῃ. Ὀρθ. Ὁ Χριστὸς εἶπεν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Μακ. Ἀπὸ τῆς Καινῆς οὖν ∆ιαθήκης οὐκ ἔστιν εὑρεῖν τὸν Χριστόν; Ὀρθ. Καὶ πάνυ. Φοβοῦμαι δὲ μήπως ὡς Μανιχαῖος 28.1216 παραγράφῃ τὴν Παλαιὰν ∆ιαθήκην, μὴ πιστεύων, ὅτι ὁ αὐτὸς ὁ Θεὸς κἀκείνην ἐλάλησε καὶ ταύτην. Μακ. Οἶδα, ὅτι αὐτὸς Θεὸς καὶ τὴν Παλαιὰν ∆ιαθήκην καὶ τὴν Καινὴν διέθετο· ἀλλὰ βούλομαι ἀπὸ τῆς Καινῆς μαθεῖν, ἐπειδὴ αὐτὴ φανερώτερον τὰς τρεῖς ὑποστάσεις ἐδίδαξεν. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς Παύλου λέγοντος, «Ὅτιἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα,» τίνα λέγεις λέγεσθαι τῶν εἷς καὶ εἷς; Μακ. Τὸν Πατέρα. Ὀρθ. Οὐκ ἔστι διὰ τοῦ Υἱοῦ τὰ πάντα; Μακ. Καὶ διὰ τοῦ Υἱοῦ τὰ πάντα. Ὀρθ. Πῶς οὖν οὐκ ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα; Μακ. Ὁ Πατὴρ ἔχει καὶ τὸ «ἐξ οὗ,» καὶ τὸ «δι' οὗ,» καὶ τὸ «εἰς αὐτόν.» Ὁ δὲ Υἱὸς τὸ μὲν «δι' οὗ» ἔχει, τὸ δὲ «ἐξ οὗ» οὐκ ἔχει. Ὀρθ. Ἀνάγνωθι τὸ ῥητὸν, ἵνα γνῷς, ὅτι τὸ «ἐξ αὐτοῦ,» καὶ «δι' αὐτοῦ,» καὶ «εἰς αὐτὸν τὰ πάντα,» καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶπεν ὁ ἅγιος Ἀπόστολος. Ἐὰν γὰρ αὐτὸ ἐφ'ἑνὸς προσώπου στήσῃς, ὁ Υἱὸς εὑρεθήσεται μὴ εἰδὼς τὰ τοῦ Πατρὸς, μηδὲ σύμβουλος αὐτοῦ ὢν, ἢ ὁ Πα τὴρ εὑρεθήσεται μὴ εἰδὼς τὰ τοῦ Υἱοῦ, μηδὲ σύμβου λος αὐτοῦ ὤν. Μακ. Εἰπὲ, ποῦ γεγράπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Μάθε πρῶτον, ὅτι καὶ ἡ Παλαιὰ ∆ιαθήκη τὰς τρεῖς ὑποστάσεις φανερῶς ἐδίδαξε. Μακ. Εἰπὲ, ποῦ γέγραπται; Ὀρθ. Ἐν τῇ Γενέσει· «Ὤφθὁ Θεὸς τῷ Ἀβραὰμ καθημένῳ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ· καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ.» Μακ. Καὶ τοὺς τρεῖς ἄνδρας λέγεις Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Μὴ ταράττου, ἀλλὰ μετὰ φόβου Θεοῦ ἀναγνῶμεν. Λέγει δὲ ἡ Γραφὴ, ὅτι «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς ἔστησαν ἐπάνω αὐτοῦ.» Οἱ τρεῖς ἄνδρες ἦσαν ὁ Θεός. Μακ. Ὁ Θεὸς ἦν εἷς, πρὸς ὃν καὶ διαλέγεται· οἱ δὲ ἄλλοι δύο, ἄγγελοι. Ὀρθ. Λέγει ἡ Γραφὴ οὕτως· «Ὤφθη δὲ αὐτῷ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθ ημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ με σημβρίας· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.» Τίνι