1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

24

προσεκύνησεν ἐπὶ τὴν γῆν, ἢ τοῖς ἀνδράσιν; Μακ. Εἶπον, ὅτι οἱ δύο ἄγγελοι ἦσαν μετὰ τοῦ Θεοῦ, καὶ προσεκύνει δηλονότι τῷ Θεῷ, οὐχὶ τοῖς ἀγγέλοις. Καὶ γὰρ ἀναστὰς εἶπεν· «Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.» Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν, ὅτι τὰς τρεῖς ὑποστάσεις Κύριον καλεῖ. Μακ. Μὴ γένοιτο! Ὀρθ. Ἄκουε οὖν τῶν ἑξῆς· «Ληφθήτω δὲ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. Καὶ λήψομαι ἄρτον, καὶ φά γεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν 28.1217 ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον αὐτῷ· Οὕτως ποίησον, καθὰ εἴρηκας.» Γέγραπται, ἢ οὐ γέγραπται; Μακ. Γέγραπται ὅλα. Ὀρθ. Ὁ δὲ παῖς Κυρίου, ὅτι παῖς ἐστιν εἰρηκὼς αὐτῶν, τὴν αὐτὴν κυριότητα αὐτῶν ὡμολόγησεν. Οὐδὲ γὰρ εἶπεν· Οὗ ἕνεκεν ἐξέκλινας πρὸς τὸν παῖδά σου· ἀλλὰ, «ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν·» ὧν καὶ τοὺς πόδας ὁμοίως νίψαι ἐσπούδασεν. Μακ. Καὶ τί ἄτοπον ἀγγέλων νίψαι πόδας; Καὶ γὰρ οὐδέπω ᾔδει, ὅτι ὁ Θεὸς ἦν αὐτῷ ὀφθεὶς, ἀλλ' ἐνόμιζεν ἄνδρας ξένους ξενίζειν. Ὀρθ. ∆ῶμεν, ὅτι Ἀβραὰμ ἐνόμιζεν, ὡς εἶπας· οἱ ἄγγελοι οὐκ ἂν εἶπον αὐτῷ, ὅτι μὴ ἡμῖν ἰσοτίμως πρόσεχε; Πῶς δὲ καὶ ἐνόμιζεν ὁ Ἀβραὰμ ἄνδρας ξένους ξενίζειν, ὁ πεσὼν ἐπὶ τὴν γῆν, καὶ προσκυνήσας, καὶ θεασάμενος αὐτοὺς ἐπάνω ἑαυτοῦ; Οὕτω γὰρ γέγραπται, ὅτι «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ,» οὐχὶ δὲ ἔμπροσθεν αὐτοῦ. Μακ. Οὐ δέπω ἦν φανερωθὲν αὐτῷ, ὅτι οἱ μὲν ἄγγελοι ἦσαν, ὁ δὲ Θεός. Ὀρθ. Τέως οὖν ἰσοτίμως αὐτοὺς ἐδέξατο· «Ἔσπευσε γὰρ Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. Καὶ εἰς τὰς βόας ἔδραμεν Ἀβραὰμ, καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν, καὶ ἔδωκεν τῷ παιδὶ αὐτοῦ, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι· ἔλαβεν δὲ βούτυρον, καὶ γάλα· καὶ τὸ μοσχάριον, ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον. Αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.» Γέγραπται, ἢ οὔ; Μακ. Ναί. Ὀρθ. Καὶ οἱ ἄγγελοι συνήσθιον τῷ Θεῷ. Μακ. Ὀπτασία ἦν, ὅτι δὲ ἄγγελοι ἦσαν, εἰπὲ τὰ ἑξῆς, καὶ εὑρήσεις. Ὀρθ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι ἐν τοῖς ἑξῆς ἀγγέλους λέγει τοὺς δύο· ἀλλὰ πάλιν ἐν τοῖς μετὰ τὰ ἑξῆς Κύριον αὐτοὺς ἡ Γραφὴ καλεῖ. ∆ῆλον γὰρ, ὅτι καὶ ὁ Υἱὸς ἄγγελος κέκληται καὶ τὸ Πνεῦμα οὐ μόνον ἐν ταῦθα, ἀλλὰ καὶ ἐν ἄλλοις. Ἀλλὰ ἄγγελος λέγεται καταχρηστικῶς, ὡς ἐν Εὐαγγελίῳ, ὅταν λέγῃ· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς·» εἶτα μετὰ ταῦτα λέγει· «Ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καὶ μετὰ τοὺς δούλους ἕνα, ὃν εἶχεν, υἱόν·» δῆλον ὅτι τὸν Πατέρα λέγει ἄνθρωπον. Καὶ τὸ, «Ἄνθρωπός τις ἐποίει γάμους τῷ υἱῷ αὐτοῦ·» καὶ ἐνταῦθα δὲ ἄνδρα αὐτὸν λέγει· ἀλλὰ ἡ πραγματεία τῆς Γραφῆς Θεὸν αὐτὸν δείκνυσιν. Ὅτι δὲ φανερώτατα εἷς τῶν δύο ἀγγέλων ὁ Υἱὸς ἦν, αὐτὴ ἡ Γραφὴ ἐδίδαξεν. Μακ. Πῶς; Ὀρθ. Μετὰ γὰρ τὸ φαγεῖν αὐτοὺς καὶ εὐλογηθῆναι τὸν Ἀβραὰμ, καὶ τὴν τοῦ Ἰσαὰκ λαβεῖν αὐτὸν ἐπαγγελίαν, οὕτως γέγρα πται, καὶ ἐὰν μακροθυμήσῃς, λέγω. Μακ. Εἰπέ. Ὀρθ. «Καὶ ὁ Κύριος εἶπεν· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ 28.1220 τοῦ παιδός μου, ἃ μέλλω ποιεῖν ἐγώ. Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλο γηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς·» εἶτα μετ' ὀλίγα· «Εἶπε δὲ ὁ Κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρὸς μὲ, καὶ αἱ ἁμαρτίαι αὐ τῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντε λοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀποστραφέντες ἐκεῖ θεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστη κὼς ἔναντι Κυρίου· καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσεις δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος, ὡς ὁ ἀσεβής; Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτοὺς, καὶ οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. Ὁ κρίνων πᾶσαν