1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

3

ὡσαύτως κτίζει; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦνσύνθετος; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. Εἰ ἄλλοις γεννᾷ καὶ ἄλλοις κτίζει, σύνθετός ἐστιν; Ὀρθ. Οὐ λέγω, ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλὰ ἄλλως γεννᾷ, καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς γεννᾷ, καὶ πῶς κτί ζει; Ὀρθ. Ὑποστάσει γεννᾷ, καὶ ἐντολῇ κτίζει. Ἡγὰρ ἐντολὴ, σύνδρομον ἔχουσα τὴν δύναμιν, παρ ίστησιν ὃ βούλεται ὁ ἐντειλάμενος· ὑποστάσει δὲ γεν νῶν, οὐκ ἀνέχεται ἐντολὴν, ἵνα μηδὲν μέσον ᾖ τοῦ γεννῶντος Πατρὸς καὶ τοῦ γεννωμένου Υἱοῦ. Ἀνόμ. Μὴ θέλων οὖν ἐγέννησεν; Ὀρθ. Ὁ γεννηθεὶς ζῶσατοῦ γεννήσαντός ἐστιν εἰκὼν, καὶ ὑπερβαίνει τὴν θέ λησιν ἡ εἰκὼν τῆς ὑποστάσεως. Πρῶτον γὰρ δεῖ νοεῖν τὴν εἰκόνα τῆς ὑποστάσεως, καὶ τότε τὸ θέλειν, ἢ μὴ θέλειν. Τῆς δὲ ὑποστάσεώς ἐστι γέννημα καὶ εἰκὼν ἀπαράλλακτος ὁ Υἱός· πρὸ τοῦ θελήματος νόει τὴν τῆς ὑποστάσεως εἰκόνα. Ἀνόμ. Τί ἐστιν; Ὑπερβαίνει τὴν θέλησιν ἡ εἰκών; Ὀρθ. Ὅτι τὴν οὐσίαν, καὶ ἄνευ τοῦ τόδε θέλειν, νοῆσαι δύνῃ· ἄνευ δὲ εἰκόνος οὐ δύ νῃ. Ἡ γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται· ἡ δὲ 28.1124 εἰκὼν τῆς οὐσίας οὔτ' ἄρχεται, οὔτε παύεται. Καὶ ἄλλως· Θέλων ἐστὶν ἀθάνατος, ἢ μὴ θέλων; Ἀνόμ. Θέλων. Ὀρθ. Πρὸ τοῦ οὖν θελήσει, οὐκ ἄρα ἀθάνατος. Ἀνόμ. Ἀϊδίως θέλει εἶναι ἀθάνατος; Ὀρθ. Καὶ ἀϊδίως Πατήρ. Ὡς γὰρ οὐ δύνῃ εἰπεῖν, ὅτι μὴ θέλων ἐστὶν ἀθάνατος, οὐδ' ὅτι μὴ θέλων Πατήρ· καὶ ὥσπερ οὐ προηγεῖται τῆς ἀθανασίας θέλημα, οὕτως οὐδὲ τοῦ Υἱοῦ· ἀλλ' ἀϊδίως ἐστὶν Υἱὸς ἐκ Πατρὸς θέλοντος γεγεννημένος, εἰκὼν τῆς ὑποστάσεως ἀπα ράλλακτος. Ἀνόμοιος. Ποῦ γέγραπται, τῆς ὑποστάσεώς ἐστιν εἰκὼν ὁ Υἱός; Ὀρθ. Τὸν χαρακτῆρα τῆς ὑπο στάσεως οὐδὲν ἄλλο νοῶ ἢ εἰκόνα εἶναι τῆς ὑποστά σεως. Ἀνόμ. Ὁ γὰρ ἀνὴρ οὐ γέγραπται εἰκὼν καὶ δόξα Θεοῦ; Ὀρθ. Ἀλλ' οὐχὶ χαρακτὴρ τῆς ὑποστάσεως. Ἄλλο δέ ἐστιν εἰκόνα Θεοῦ εἶναι, καὶ ἄλλο χα ρακτῆρα ὑποστάσεως αὐτοῦ. Τὸ γὰρ ἔργον τοῦ ἐρ γασαμένου τεχνίτου ἔχει τὴν εἰκόνα τῆς τέχνης, οὐχὶ δὲ τῆς ὑποστάσεως. Ἀνόμ. Τί λέγεις οὐκ οἶδα· σα φέστερον εἰπέ. Ὀρθ. Τοῦ τέκτονος τὸ βάθρον ἔχει τὴν εἰκόνα τῆς τέχνης· ἐὰν γὰρ ἴδω βάθρον, οἶδα, ὅτι ὑπὸ τέκτονος ἐγένετο· κἂν ἴδω πλοῖον, οἶδα, ὅτι ὑπὸ ναυπηγοῦ ἐστι τὸ ἔργον, τοῦ ἐργασαμένου εἰκὼν καὶ δόξα τῆς τέχνης· οὐ μὴν καὶ χαρακτὴρ τῆς ὑπο στάσεως. Οὐ γὰρ τὸν χαρακτῆρα τοῦ ἐργασαμένου ἔχει τὸ βάθρον ἢ τὸ πλοῖον· ὁ μὲν γάρ ἐστιν ἄνθρωπος τῇ ὑποστάσει, τὸ δὲ βάθρον ἢ τὸ πλοῖον οὔ. Οὕτω καὶ ὁ ἄνθρωπος τοῦ θεμένου αὐτὸν Θεοῦ εἰκὼν καὶ δόξα ἐστί. Καὶ γὰρ κατὰ τὸν ἅγιον Σολομῶνα· «Ἀνα λόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται καὶ δοξάζεται ἐκ τοῦ γεγονότος·» οὐ μὴν χαρακτήρ ἐστι τῆς ὑπο στάσεως τοῦ πεποιηκότος, ἀλλ' ἢ ἄρα τῆς ἐνεργείας. Ὁ δὲ Υἱὸς χαρακτὴρ ἐνυπόστατος. Λέγει γάρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου·» οὐδεὶς δὲ, ἑωρακὼς ἄνθρωπον, εἶδε τὸν Πατέρα. Ἀνόμ. Ποῦ γέγραπται, ὅτι χαρακτήρ ἐστι τῆς ὑποστάσεως ὁ Υἱός; Ὀρθ. Παρὰ τῷ ἀποστόλῳ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους. Ἀνόμ. Οὐκ ἐκκλησιάζεται; Ὀρθ. Ἀφ' οὗκατηγγέλη τὸ Εὐαγγέλιον Χριστοῦ, Παύλου εἶναι πε πίστευται ἡ ἐπιστολή· καὶ μετ' αὐτῆς εἰσιν ἐπιστο λαὶ ιδʹ αἱ πᾶσαι τοῦ Παύλου. Ἀνόμ. Ἀνέγνως, ὅτι ἐν μὲν πάσαις τὸ ὄνομα αὐτοῦ ἐμφέρεται, ἐν δὲ ταύτῃ οὔ; Ὀρθ. Ὅτι Ἑβραίοις ἔγραφεν· ἦσαν δὲ κατηχηθέντες περὶ αὐτοῦ, ὅτι ἀποστασίαν διδάσκει· καὶ ἵνα μὴ, σειριάσαντες αὐτοῦ τὸ ὄνομα, κλείσωσι τὴν ἀκοήν· διὰ τοῦτο ἀπὸ τῶν πατέρων ἤρξατο, λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Ὅτι δὲ αὐτοῦ ἐστιν ἡ ἐπιστολὴ, φανερόν ἐστι καὶ ἀπὸ τοῦ τέλους τῆς ἐπιστολῆς. Μέμνηται γὰρ καὶ Τιμοθέου, λέγων· «Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυ 28.1125 μένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.» Ἀνόμοιος. Κἂν δῶμεν, ὅτι Παύλου ἐστὶν ἡ Ἐπιστολὴ, ἀλλὰ ὁ χαρακτὴρ τῆς ὑποστάσεως ἐν τῇ ὑποστάσει ἔχει τὸ εἶναι, οὐκ ἐν ἰδίᾳ ζωῇ; Ὀρθ. Ἀλλ' οὐ μόνον εἴρηται χαρακτὴρ ὑποστάσεως, ἀλλὰ καὶ Υἱὸς, ἵνα τὸ ἐνυπόστατον νοήσωμεν. Ἀπαύγασμα γὰρ εἴρηται,