1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

6

παραβαλλομένην εἰκόνι καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων ἔλεγεν· «Ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡς ἔριον ὑπὸ σητός, οὕτω βρωθήσονται.» Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων, ἀλλ' ἀφεῖσα τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς παρατρέχειν-τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχία-τὸν Θέον ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει νεῦσαι μόνον· καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη, τοιοῦτο τῷ Θεῷ ἔθος, μὴ ἐν προοιμίων-τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον-καταλύειν τὰ δεινά, ἀλλ' ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν. Οὐ γὰρ τοσαῦτα δύναται μόνον ποιῆσαι χρηστὰ ὅσα προσδοκῶμεν καὶ ἐλπίζομεν, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ ἀπείρως μείζονα. ∆ιὸ καὶ Παῦλος ἔλεγε· «Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν.» Μὴ γὰρ οὐκ ἠδύνατο ἐκ προοιμίων κωλῦσαι τοὺς παῖδας τοὺς τρεῖς εἰς τὸν πειρασμὸν ἐκεῖνον μὴ ἐμπεσεῖν; Ἀλλ' οὐκ ἠβουλήθη πολλὴν αὐτοῖς συνάγων τὴν ἐμπορίαν. ∆ιὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι καὶ τὴν κάμινον ἀναφθῆναι πρὸς ὕψος ἄφατον καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι· καὶ ὅτε πάντες οἱ θεωροῦντες αὐτοὺς ἀπέγνωσαν αὐτῶν τὴν σωτηρίαν, τότε ἀθρόον καὶ παρ' ἐλπίδα πᾶσαν ἀνεφαίνετο ἡ θαυματοποιΐα τοῦ ἀριστοτέχνου Θεοῦ καὶ μετὰ πολλῆς ἐξέλαμπε τῆς ὑπερβολῆς. Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο, οἱ δεσμῶται δὲ ἐλύοντο· καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγένετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα, καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην καὶ σιδήρου καὶ λίθων περιγινομένην καὶ πάσης κρατοῦσαν ὕλης τριχῶν ἐνίκα φύσις. Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν· ᾖδόν τε εὐχαριστηρίους ἀναπέμποντες ὕμνους ὑπὲρ ὧν ἐδέθησαν, ὑπὲρ ὧν ἐκάησαν, τό γε ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ διέτριβον γῇ· τοῦτο γὰρ ψυχῆς εὐγνώμονος. Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο-τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο- καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἀνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ, οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κῆρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιΐας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει τὰ γράμματα πολλῆς γέμοντα εὐφημίας, διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κῆρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων. Ἐπειδὴ γὰρ ἐχθρὸς ἦν καὶ πολέμιος, ἀνύποπτα λοιπὸν καὶ παρὰ τοῖς ἐχθροῖς τὰ γραφόμενα ἦν. 7.3 Εἶδες τὸ εὐμήχανον τοῦ Θεοῦ; Εἶδες τὸ σοφόν; Εἶδες τὸ παράδοξον; Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν; Μὴ τοίνυν θορυβοῦ, μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων αὐτῷ εὐχαριστοῦσα, δοξολογοῦσα, παρακαλοῦσα, δεομένη, ἱκετεύουσα· κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες, κἂν πάντα ἐπ' ὄψιν κέηται, μηδέν σε τούτων ταραττέτω. Οὐ γὰρ προλαμβάνεται ἡμῖν ὁ ∆εσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ.