6
μέτρου εἰς τὸ τῆς τρυφῆς καταποντίζεσθαι κλυδώνιον, βελτίων ἄρα ἐκείνης αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν. Καὶ τὰ τῆς δαπάνης δὲ ἐνταῦθα βελτίονα· ἐκείνη μὲν γὰρ δαπανηρὰ, αὕτη δὲ οὐκέτι. Ἀλλὰ τί; ἆρα τοῖς ἀνακειμένοις μόνον ἡδίων αὕτη ἡ τράπεζα, ἢ καὶ τῷ καλοῦντι πλείονα αὕτη φέρει τὴν ἡδονὴν ἐκείνης; Τοῦτο γάρ ἐστι τὸ μᾶλλον ζητούμενον ἡμῖν. Οὐκοῦν ὁ μὲν ἐκείνους καλῶν, πρὸ πλειόνων ἡμερῶν παρασκευάζεται, καὶ πράγματα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ μερίμνας, οὔτε τὰς νύκτας καθεύδων, οὔτε τὰς ἡμέρας ἡσυχάζων· ἀλλὰ ἀναπλάττων ἐν ἑαυτῷ πολλὰ, μαγείροις διαλεγόμενος, ὀψοποιοῖς, τραπεζοποιοῖς. Εἶτα αὐτῆς τῆς ἡμέρας ἐπιστάσης ἴδοι τις ἂν αὐτὸν μᾶλλον δεδοικότα, ἢ τοὺς μέλλοντας πυκτεύειν, μή τις παρὰ λόγον γένηται, μὴ βασκανίᾳ βληθῇ, μὴ κατηγόρους ἐκεῖθεν λάβῃ πολλούς. Οὗτος δὲ πάσης ταύτης ἀπήλλακται τῆς φροντίδος καὶ τῶν πραγμάτων, αὐτοσχεδιάζων τὴν τράπεζαν, καὶ οὐ πρὸ πολλῶν ἡμερῶν μεριμνῶν. Καὶ μετὰ δὴ ταῦτα οὗτος μὲν εὐθέως τὴν χάριν ἀπώλεσεν· ἐκεῖνος δὲ ἔχει τὸν Θεὸν ὀφειλέτην, καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ' ἑκάστην ἡμέραν εὐωχούμενος ἀπ' ἐκείνης τῆς τραπέζης. Τὰ μὲν γὰρ σιτία ἀναλίσκεται, ἡ δὲ χάρις οὐκ ἀναλίσκεται, ἀλλὰ καθ' ἑκάστην ἡμέραν μᾶλλον χαίρει καὶ γάννυται ἐκείνων τῶν τὸν πολὺν οἶνον ἐμφορηθέντων. Οὐδὲν γὰρ οὕτω τρέφει τὴν ψυχὴν, ὡς ἐλπὶς ἀγαθὴ καὶ τὸ χρηστὰ προσδοκᾷν. Ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἴδωμεν. Ἐκεῖ μὲν αὐλοὶ καὶ κιθάραι καὶ σύριγγες, ἐνταῦθα δὲ οὐδὲν ἀπηχὲς μέλος· ἀλλὰ τί; ὕμνοι, ψαλμῳδίαι. Ἐκεῖ μὲν οἱ δαίμονες ἀνυμνοῦνται, ἐνταῦθα δὲ ὁ πάντων ∆εσπότης Θεός. Ὁρᾷς πόσης μὲν αὕτη χάριτος, πόσης δὲ ἀγνωμοσύνης ἐκείνη καὶ ἀναισθησίας γέμει; Εἰπὲ γάρ μοι· ὁ Θεός σε ἔθρεψεν ἐκ τῶν ἀγαθῶν αὐτοῦ, καὶ δέον αὐτῷ εὐχαριστεῖν μετὰ τὸ τραφῆναι, σὺ δὲ τοὺς δαίμονας ἐπεισάγεις; τὰ γὰρ διὰ τῶν πηκτίδων οὐδὲν ἄλλο, ἢ δαιμόνων ᾄσματα. ∆έον εἰπεῖν, Εὐλο 62.307 γητὸς εἶ, Κύριε, ὅτι ἔθρεψάς με ἐκ τῶν ἀγαθῶν σου, σὺ δὲ, καθάπερ τις κύων ἄτιμος, οὐδὲ μέμνησαι, ἀλλὰ τοὺς δαίμονας ἐπεισάγεις; Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. Ὁ κύων καὶ μὴ λαμβάνων σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν ὑλακτεῖς κατ' αὐτοῦ. Πάλιν ὁ κύων καὶ εὐεργετούμενος παρὰ τοῦ ἀλλοτρίου, οὐδὲ οὕτω καταλύει τὴν ἔχθραν τὴν πρὸς αὐτὸν, οὐδὲ ἐπισπᾶται πρὸς φιλίαν· σὺ δὲ καὶ μυρία πάσχων κακὰ παρὰ τῶν δαιμόνων, ἐπ' ἄριστα αὐτοὺς εἰσάγεις· ὥστε διπλῇ τοῦ κυνὸς εἶ χείρων. Καλῶς δὲ ἀνεμνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε μόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν. Αἰδέσθητε, παρακαλῶ, τοὺς κύνας, οἳ καὶ λιμώττοντες σαίνουσι τοὺς δεσπότας· σὺ δὲ ἂν ἀκούσῃς, ὅτι ὁ δαίμων τινὰ ἐθεράπευσεν, ἀφίης εὐθέως τὸν ∆εσπότην, ὦ κυνῶν ἀλογώτερε. Ἀλλ' αἱ πόρναι, φησὶν, ἡδονὴν ἔχουσιν ὁρώμεναι. Ποίαν ἡδονήν; ποίαν δὲ οὐκ ἀτιμίαν; Πορνεῖον γέγονέ σου ἡ οἰκία, μανία καὶ οἶστρος· καὶ οὐκ αἰσχύνῃ ταῦτα ἡδονὴν καλῶν; Ἂν μὲν οὖν ἐξῇ χρήσασθαι πάσῃ ἡδονῇ, μείζων ἡ αἰσχύνη καὶ ἡ ἐκ ταύτης ἀηδία. Πῶς δαί; Οὐ χαλεπὸν τὸ τὴν οἰκίαν πορνεῖον ποιεῖν, καὶ ἥδεσθαι καθάπερ χοίρους ἐγκαλινδουμένους βορβόρῳ; Ἂν δὲ μέχρι τοῦ φανῆναι μόνον, ἰδοὺ πάλιν ὀδύνη μείζων· ἡ γὰρ ὄψις οὐχ ἡδονὴ, ὅταν ἡ χρῆσις μὴ ᾖ, ἀλλὰ καὶ μείζων ἡ ἐπιθυμία, καὶ σφοδροτέρα ἡ φλόξ. Ἀλλὰ τὸ τέλος βούλει μαθεῖν; Οἱ μὲν τοῖς μαινομένοις καὶ τοῖς παραπλῆξιν ἐοίκασιν ἀπὸ τῆς τραπέζης ἀνιστάμενοι, θρασεῖς, ὀργίλοι, καταγέλαστοι καὶ τοῖς ἀνδραπόδοις· καὶ οἱ μὲν οἰκέται ἀναχωροῦσι νήφοντες, οὗτοι δὲ μεθύοντες. Ὢ τῆς αἰσχύνης! Ἐκεῖ δὲ τοιοῦτον οὐδὲν, ἀλλ' εὐχαριστίᾳ τὴν τράπεζαν κατακλείσαντες, οὕτως ἀναχωροῦσιν οἴκαδε, ἡδόμενοι καθεύδοντες, ἡδόμενοι ἐγειρόμενοι, πάσης αἰσχύνης ἀπηλλαγμένοι καὶ κατηγορίας. ʹ. Εἰ βούλει καὶ αὐτοὺς τοὺς κεκλημένους ἰδεῖν, ὄψει τούτους μὲν τοιούτους ὄντας· ἔνδον, ὅπερ οὗτοι ἔξω, τυφλοὺς, ἀναπήρους,