1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

6

πλοκῆς γέγονε· διόπερ αὐτὸ διελεῖν ἀνάγκη. Τί οὖν ἐστιν ὃ λέγει· Τὸν ἐκ ∆αυῒδ γενόμενον ἀνακηρύττομεν, φησίν. Ἀλλὰ τοῦτο δῆλον· πόθεν δὲ, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς; Πρῶτον ἀπὸ τῶν προφητῶν· διὸ ἔλεγεν, Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Οὐ μικρᾶς δὲ ἀποδείξεως οὗτος ὁ τρόπος. Ἔπειτα καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως· ὃ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· Ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα· τὸν γὰρ τῆς φύσεως ἔλυσε νόμον. Τρίτον ἀπὸ τῶν θαυμάτων ὧνπερ ἔπραττε, πολλῆς δυνάμεως ἀπόδειξιν παρεχόμενος· τοῦτο γάρ ἐστιν, Ἐν δυνάμει. Τέταρτον ἀπὸ τοῦ Πνεύματος οὗπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, καὶ δι' οὗ πάντας ἁγίους ἐποίει· διό φησι, Κατὰ Πνεῦμα ἁγιωσύνης· Θεοῦ γὰρ ἦν μόνου τὰ τοιαῦτα δῶρα χαρίζεσθαι. Πέμπτον ἀπὸ τῆς ἀναστάσεως Κυρίου· πρῶτος γὰρ οὗτος καὶ μόνος ἑαυτὸν ἤγειρεν· ὅπερ καὶ αὐτὸς μάλιστα πάντων ἔφησεν εἶναι σημεῖον ἱκανὸν καὶ τοὺς ἀναισχυντοῦντας ἐπιστομίσαι. Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ὅταν ὑψώσητέ με ἀπὸ τῆς γῆς, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Τί οὖν ἐστιν, Ὁρισθέντος; ∆ειχθέντος, ἀποφανθέντος, κριθέντος, ὁμολογηθέντος παρὰ τῆς ἁπάντων γνώμης καὶ ψήφου, ἀπὸ τῶν προφητῶν, ἀπὸ τῆς παραδόξου γεννήσεως τῆς κατὰ σάρκα, 60.398 ἀπὸ τῆς δυνάμεως τῆς ἐν τοῖς σημείοις, ἀπὸ τοῦ Πνεύματος, δι' οὗ τὸν ἁγιασμὸν ἔδωκεν, ἀπὸ τῆς ἀναστάσεως, δι' ἧς τοῦ θανάτου τὴν τυραννίδα κατέλυσε. ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως. Ὅρα εὐγνωμοσύνην οἰκέτου· οὐδὲν ἑαυτοῦ εἶναι βούλεται, ἀλλὰ πάντα τοῦ ∆εσπότου. Καὶ μὴν τὸ Πνεῦμα τοῦτο ἔδωκε· διὸ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· καὶ πάλιν, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ ἐν τῇ πρὸς Κορινθίους δέ φησιν, ὅτι Ὧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ὅτι Αὐτὸ πάντα διαιρεῖ, καθὼς βούλεται. Καὶ Μιλησίοις δὲ δημηγορῶν, ἔλεγεν· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Ὁρᾷς, ὅτι τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ φησι, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος; Χάριν καὶ ἀποστολήν· τουτέστιν, Οὐχ ἡμεῖς αὐτὸ καθωρθώσαμεν τὸ γενέσθαι ἀπόστολοι· οὐδὲ γὰρ καμόντες πολλὰ καὶ πονέσαντες, τὴν ἀξίαν ταύτην ἐλάχομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δωρεᾶς τὸ κατόρθωμα γέγονεν. Εἰς ὑπακοὴν πίστεως. γʹ. Οὐκ ἄρα οἱ ἀπόστολοι ἦσαν οἱ κατορθοῦντες, ἀλλ' ἡ προοδοποιοῦσα χάρις αὐτοῖς. Ἐκείνων μὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς φησιν, ὅτι ∆ιήνοιξε τὴν καρδίαν αὐτῶν· καὶ πάλιν, Οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Εἰς ὑπακοήν. Οὐκ εἶπεν, Εἰς ζήτησιν καὶ κατασκευὴν, ἀλλ', Εἰς ὑπακοήν. Οὐδὲ γὰρ ἐπέμφθημεν, φησὶ, συλλογίζεσθαι, ἀλλ' ὅπερ ἐνεχειρίσθημεν ἀποδοῦναι. Ὅταν γὰρ ὁ ∆εσπότης ἀποφήνηταί τι, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. Οἱ γὰρ ἀπόστολοι διὰ τοῦτο ἐπέμφθησαν, ἵνα, ἅπερ ἤκουσαν, εἴπωσιν, οὐχ ἵνα οἴκοθέν τι προσθῶσι· καὶ ἡμεῖς δὲ λοιπὸν, ἵνα πιστεύσωμεν. Τί ἵνα πιστεύσωμεν; Περὶ τοῦ ὀνόματος αὐτοῦ· οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργασώμεθα, ἀλλ' ἵνα εἰς τὸ ὄνομα αὐτοῦ πιστεύσωμεν· τοῦτο γὰρ ἦν, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειραι καὶ περιπάτει. Καὶ τοῦτο δὲ αὐτὸ πίστεως δεῖται, καὶ οὐδὲν τούτων λογισμῷ καταλαβεῖν δυνατόν. Ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τί οὖν; πᾶσι τοῖς ἔθνεσιν ὁ Παῦλος ἐκήρυξεν; Ὅτι μὲν γὰρ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διέδραμε, κἀκεῖθεν πάλιν εἰς αὐτὰς ἐξέβη τῆς γῆς τὰς ἐσχατιὰς, δῆλον ἐξ ὧν Ῥωμαίοις ἐπέστειλεν. Εἰ δὲ καὶ μὴ πᾶσι ἐπέστη, οὐδὲ οὕτω ψεῦδος τὸ λεγόμενον· οὐ γὰρ περὶ ἑαυτοῦ μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν δώδεκα ἀποστόλων, καὶ πάντων