6
αὐτόν; καὶ τὰ ἑξῆς, ἐν παραβύστῳ λέγει τῷ βασιλεῖ· σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ γνῶθι τὸ ἀληθές, ὅπερ ὁ προφήτης ἡμῖν διεσάφησεν, καὶ τοιαύτης ἔχου λατρείας, καὶ μὴ τοῖς ἐξ ὁμοιωμάτων καταβεβρόντησο πάνυ σεβάσμασιν. τοιαῦτα εἰπὼν ἐνέσκηψεν αὐτῷ πολλῷ πλέον ἰὸν τῆς αἱρέσεως, δι' ἧς φθορᾶς μετεδίδου τοῖς εὐσεβοῦσι συστήμασιν, ἐξ ὧν τοὺς μὴ πειθαρχοῦντας ἀφειδῶς κατῃκίζετο. 1.16 Οὗτος δὲ Λέων ὁ βασιλεύς, κἂν δυσσεβής, ἀλλὰ τῶν δημοσίων πραγμάτων <ἦν> ἀντιληπτικώτατος, ὡς μηδὲν τῶν ὀνησιφόρων παραλιμπάνειν ἀπρόοπτον, ὡς καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν Νικηφόρον τὸν πατριάρχην τοιαῦτα ἐρεῖν, ὡς ἄρα ἡ πολιτεία Ῥωμαίων κἂν δυσσεβῆ, ἀλλ' οὖν γε μέγαν προμηθευτὴν διαπολώλεκεν. πρὸς τούτοις καὶ τοῖς ἀδικοῦσι δικαίως ἐπαχθεινότατος ἦν. ὥστε κατά τινα νενομισμένον καιρὸν τούτου ἐξιόντος τοῦ παλατίου, ἀνήρ τις προσῄει αὐτῷ ἔγκλησιν ἐνστησάμενος, ὡς τούτου τὸ γύναιον ἁρπαγῇ συγκεκύρηκεν παρά τινος τῶν συγκλητικῶν, ὅστις εἴληχεν τοσαύτης ἐλευθερίας, ὡς κατασχεῖν αὐτὴν ἀδεῶς ἐπὶ χρόνον πολύν· ἐμοῦ δὲ περί γε τούτου καὶ τῷ ἐπάρχῳ διεγκαλέσαντος, οὐδέν μοι τῶν πρὸς ἐκδίκησιν ἐπεράνατο. ὁ γοῦν βασιλεὺς τούτων ἐνωτισθείς τινι τῶν θεραπόντων ὀξέως προσέταξεν ἐν τῇ ἐπανόδῳ τὸν ἐγκαλούμενον συνάμα τῷ ἐπάρχῳ κατὰ πρόσωπον αὐτοῦ παραστήσασθαι. τοῦ οὖν αὐτοκράτορος ἐνδημήσαντος τὸ κελευσθὲν εἰς πρᾶξιν παρίστατο. καὶ τῷ τὴν ἔγκλησιν ποιησαμένῳ ἑτοίμως φησί· τί τὸ κατὰ σὲ δραματούργημα; καὶ ὁ μὲν ταῖς αὐταῖς ἐκέχρητο ῥήσεσιν, ὁ δὲ ἐγκληματιζόμενος ἀνωμολόγει τὸ ἔγκλημα ὡς ἀναμφισβήτητον, καὶ ὁ ἐταστὴς τῇ καταθέσει συνεμαρτύρει, εἰ καὶ μὴ τὴν ὑπεξέλευσιν κατὰ τοῦ κατακρίτου πεποίητο. αὐτίκα τὸν μὲν δικαστὴν ὡς ἀφερέπονον τοῦ δικαίου διέστησε τῆς ἀρχῆς, τὸν δὲ τῇ μοιχείᾳ ἑαλωκότα κατὰ νόμους ἐτιμωρήσατο. τὰ πλείω δὲ τῶν διοικημάτων τῷ Λαυσιακῷ χρηματίζων διήνυεν, ὑπογραφέας προσκαλούμενος τῶν ἀρίστων, οἷς γραφὴν τῶν ἐκδόσεων ἐπετέτραπτο, προσεποιεῖτό τε στρατηλάτας καὶ ἄρχοντας τῶν ἀξιολόγων, ἄλλως τε τοὺς ἀδωρίαν ἐξησκημένους, αὐτὸς οὐχ ἥττων χρημάτων καθεστηκώς, κἂν ἐπὶ τὸ μᾶλλον αἱρέσεως αἴτιος, ὡς καὶ πλείστους τῶν ὀρθοδόξων ποινηλατεῖν ἐν ὠμότητι. ἦν δὲ φιλότιμος πάνυ, κἂν σοβαρὸν ἐμβοῶν καὶ κακόρρυθμος. ὃ καὶ κατὰ τὸν τοῦ Φάρου ναὸν καὶ τόδε γνώριμον διεφαίνετο τοῖς ἐπελευσομένοις αὐτῷ ψαλμῳδῶς λαρυγγίζοντι. ἐξῆρχε γὰρ τῶν ψαλλόντων ἐνίοτε, καὶ μάλιστα τότε, φωνῶν· τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, οὗ γε διολισθήσας ἄρα τὴν θείαν δίκην περιφανῶς ἐπεσπάσατο τῷ ὕμνῳ, προφητείας ταύτῃ συντελεσθείσης. 1.17 Τούτων δὲ χρόνου τινὸς προδεδραμηκότος Μιχαὴλ ὁ ἐξ Ἀμορίου τοῖς κατ' ἀνδρείαν προκόπτων ἐν προτερήμασι, παρ' ὃ καὶ τὸ τῶν ἐξκουβίτων πεπίστευτο σύνταγμα, διαβολῇ καθοσιώσεως ἐπισκήπτεται· ὃς ταύτην πολυτρόπως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως διακυβερνᾶν τὸ ἐν αὐτῷ στρατολόγημα. ὃν βασκαίνων, καθάπερ τινὲς ἔφασκον, θανατῶσαι βεβούλητο, εἰ μὴ θεός, οἷς τρόποις εὐδόκει, παραδόξως φυλάξας τῇ βασιλείᾳ τοῦτον ἀφώρισεν. εἰ καὶ τοῦτό τινες ἐξειλήφασιν, ὅτι τῷ Μιχαὴλ παρῆν καὶ τολμηρία γλώσσης μείζων τῆς κατὰ γενναιότητα πάντῃ θρασύτητος, λαλούσης παράσημα καὶ ἀπειλούσης τῷ κρατοῦντι ὅλως καθαίρεσιν, αὐτοῦ τε τὴν γαμετὴν ἀνοσίοις γάμοις ἐγκαθυβρίσαι. ἐνηχεῖτο τούτοις ὁ Λέων, καὶ τὸ μὲν πρῶτον ἐπειρᾶτο εὐμηχάνως κατευνάσαι ῥοπήν (ᾔδει γὰρ αὐτὸν γλωσσηματίαν καὶ αἴσχιστον, κἂν ἀνδρεῖον ἐνόμιζεν), ἀλλ' οὐ πείθει τοῖς λόγοις ἢ παραινῶν πάντως ἢ ἐμβριμώμενος· εἴχετο γὰρ ὡσαύτως ὁ Μιχαὴλ τῆς τοιαύτης αἰσχροτολμίας. καθίστησι τοίνυν ὁ βασιλεὺς ἀκροατὰς τῶν αὐτοῦ τολμημάτων, τὸ μὲν δῆθεν καταπιέζων αὐτοῦ τὸ θράσος καὶ γλωσσαλγίαν, τὸ δὲ καὶ ὠτακουστεῖν τὰ περὶ τοῦτον αἱρούμενος. ἦν γὰρ καὶ τῷ Ἐξαβουλίῳ περιεσκεμμένως εἰσηγησάμενος, ἅτε νουνεχεῖ ὄντι καὶ πολυπείρῳ ἀνδρί, πρὸς δὲ καὶ γνωστῷ αὐτοῦ τῶν οἰκείων, μὴ παραχωρεῖν αὐτῷ ἀθυροστομεῖν σπεύδοντι, ἀλλὰ