1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

7

ἰσχυρότερον ἔστω τῶν λογικῶν ἀποδείξεων. 1.11 Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύνθετον αὐτὸν ἐκ τῶν τεσσάρων στοιχείων εἰρήκασιν, ὡς ἁπτὸν ὄντα καὶ ὁρατὸν, καὶ μετέχοντα γῆς μὲν διὰ τὴν ἀντιτυπίαν, πυρὸς δὲ, διὰ τὸ καθορᾶσθαι, τῶν δὲ λοιπῶν, διὰ τὴν μίξιν. Οἱ δὲ τοῦτον ὡς ἀπίθανον παρωσάμενοι τὸν λόγον, πέμπτην τινὰ σώματος φύσιν εἰς οὐρανοῦ σύστασιν οἴκοθεν καὶ παρ' ἑαυτῶν ἀποσχεδιάσαντες ἐπεισήγαγον. Καὶ ἔστι τι παρ' αὐτοῖς τὸ αἰθέριον σῶμα, ὃ μήτε πῦρ, φησὶ, μήτε ἀὴρ, μήτε γῆ, μήτε ὕδωρ, μήτε ὅλως ὅπερ ἓν τῶν ἁπλῶν· διότι τοῖς μὲν ἁπλοῖς οἰκεία κίνησις ἡ ἐπ' εὐθείας, τῶν μὲν κούφων ἐπὶ τὸ ἄνω φερομένων, τῶν δὲ βαρέων ἐπὶ τὸ κάτω. Οὔτε δὲ τὸ ἄνω καὶ τὸ κάτω τῇ κυκλικῇ περιδινήσει ταὐτόν· καὶ ὅλως τὴν εὐθεῖαν πρὸς τὴν ἐν τῷ κύκλῳ περιφορὰν πλείστην ἀπόστασιν ἔχειν. Ὧν δὲ αἱ κατὰ φύσιν κινήσεις παρηλλαγμέναι τυγχάνουσιν, τούτων ἀνάγκη, φασὶ, παρηλ λάχθαι καὶ τὰς οὐσίας. Ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν πρώτων σωμάτων, ἃ δὴ στοιχεῖα καλοῦμεν, σύνθετον εἶναι δυνατὸν ἡμῖν ὑποθέσθαι τὸν οὐρανὸν, τῷ τὰ ἐκ διαφόρων συγκείμενα μὴ δύνασθαι ὁμαλὴν καὶ ἀβίαστον ἔχειν τὴν κίνησιν, ἑκάστου τῶν ἐνυπαρχόντων ἁπλῶν τοῖς συνθέτοις ἄλλην καὶ ἄλλην ὁρμὴν παρὰ τῆς φύσεως ἔχοντος. ∆ιὸ πρῶτον μὲν καμάτῳ συνέχεται ἐν τῇ συνεχεῖ κινήσει τὰ σύνθετα, διὰ τὸ μίαν κίνησιν μὴ δύνασθαι πᾶσιν εὐάρμοστον εἶναι καὶ φίλην τοῖς ἐναντίοις· ἀλλὰ τὴν τῷ κούφῳ οἰκείαν, πολεμίαν εἶναι τῷ βαρυτάτῳ. Ὅταν μὲν γὰρ πρὸς τὰ ἄνω κινώμεθα, βαρυ νόμεθα τῷ γεώδει· ὅταν δὲ πρὸς τὰ κάτω φερώμεθα, βιαζόμεθα τὸ πυρῶδες, παρὰ φύσιν αὐτὸ πρὸς τὸ κάτω καθέλκοντες. Ἡ δὲ πρὸς τὰ ἐναντία διολκὴ τῶν στοιχείων, διαπτώσεώς ἐστιν ἀφορμή. Τὸ γὰρ ἠναγκασμένον καὶ παρὰ φύσιν, ἐπ' ὀλίγον ἀντισχὸν, καὶ τοῦτο βιαίως καὶ μόλις, ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη, ἑκάστου τῶν συνελθόν των πρὸς τὴν οἰκείαν χώραν ἐπανιόντος. ∆ιὰ μὲν δὴ ταύτας, ὥς φασι, τῶν λογισμῶν τὰς ἀνάγκας, τοὺς τῶν προαγόντων ἀθετήσαντες λόγους, οἰκείας ὑποθέσεως ἐδεήθησαν οἱ πέμπτην σώματος φύσιν εἰς τὴν οὐρανοῦ καὶ τῶν κατ' αὐτὸν ἀστέρων γένεσιν ὑποτιθέμενοι. Ἄλλος δέ τις τῶν σφριγώντων κατὰ πιθανολογίαν ἐπαναστὰς πάλιν τούτοις, ταῦτα μὲν διέχεε καὶ διέλυσεν, οἰκείαν δὲ παρ' ἑαυτοῦ ἀντεισήγαγε δόξαν. Περὶ ὧν νῦν λέγειν ἐπιχειροῦντες, εἰς τὴν ὁμοίαν αὐτοῖς ἀδολεσχίαν ἐμπεσούμεθα. Ἀλλ' ἡμεῖς ἐκείνους ὑπ' ἀλλήλων ἐάσαντες καταβάλλεσθαι, αὐτοὶ τοῦ περὶ τῆς οὐσίας ἀφέμενοι λόγου, πεισθέντες Μωϋσεῖ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸν ἀριστοτέχνην τῶν σοφῶς καὶ ἐντέχνως γενομένων δοξάσωμεν, καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐννοώμεθα, καὶ ἐκ τοῦ μεγέθους τῶν αἰσθητῶν τούτων καὶ περιγραπτῶν σωμάτων ἀναλογιζώμεθα τὸν ἄπειρον καὶ ὑπερμεγέθη καὶ πᾶσαν διάνοιαν ἐν τῷ πλήθει τῆς ἑαυτοῦ δυνάμεως ὑπερβαί νοντα. Καὶ γὰρ εἰ καὶ τὴν φύσιν ἀγνοοῦμεν τῶν γενομένων, ἀλλὰ τό γε ὁλοσχερῶς ὑποπῖπτον ἡμῶν τῇ αἰσθήσει τοσοῦτον ἔχει τὸ θαῦμα, ὥστε καὶ τὸν ἐντρεχέστατον νοῦν ἐλάττονα ἀναφανῆναι τοῦ ἐλαχίστου τῶν ἐν τῷ κόσμῳ, πρὸς τὸ ἢ δυνηθῆναι αὐτὸ κατ' ἀξίαν ἐπεξελθεῖν, ἢ τὸν ὀφειλόμενον ἔπαινον ἀποπληρῶσαι τῷ κτίσαντι· ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ βʹ.

Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος

2.1 Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν ἁγίων τοιαῦτα, καὶ τὰ προπύλαια τοῦ ναοῦ οὕτω σεμνὰ καὶ ὑπέρ