1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

8

ογκα, τῇ ὑπερβολῇ τοῦ κάλλους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν περιαστράπτοντα, ποταπὰ τὰ ἅγια τῶν ἁγίων; καὶ τίς ἱκανὸς κατατολμῆσαι τῶν ἀδύτων; ἢ τίς ἐπόψεται τὰ ἀπόρρητα; Ἀπρόσιτος μὲν γὰρ αὐτῶν καὶ ἡ θέα, δυσερμήνευτος δὲ παντελῶς τῶν νοηθέντων ὁ λόγος. Πλὴν ἀλλ' ἐπειδὴ παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ μόνου τοῦ προελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοί εἰσιν ἀφω ρισμένοι μισθοὶ, μὴ ἀποκνήσωμεν πρὸς τὴν ἔρευναν. Εἰ γὰρ καὶ τῆς ἀξίας ἀπολειπόμεθα, ἀλλ' ἐὰν τοῦ βουλή ματος τῆς Γραφῆς μὴ ἐκπέσωμεν τῇ βοηθείᾳ τοῦ Πνεύματος, καὶ αὐτοὶ οὐκ ἀπόβλητοι παντελῶς κριθησόμεθα, καὶ τῇ συνεργίᾳ τῆς χάριτος οἰκοδομήν τινα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεξόμεθα. Ἡ δὲ γῆ ἦν, φησὶν, ἀόρατος καὶ ἀκατασκεύαστος. Πῶς ἀμφοτέρων ὁμοτίμως γενομένων οὐρανοῦ καὶ γῆς, ὁ μὲν οὐρανὸς ἀπηρτίσθη, ἡ δὲ γῆ ἔτι ἀτελής ἐστι καὶ ἀνεξέργαστος; Ἢ ὅλως, τί τὸ ἀκατάσκευον τῆς γῆς; καὶ διὰ ποίαν αἰτίαν ἀόρατος ἦν; Ἔστι μὲν οὖν τελεία κατασκευὴ γῆς ἡ ἀπ' αὐτῆς εὐθηνία· φυτῶν παντο δαπῶν βλαστήσεις· δένδρων ὑψηλοτάτων προβολαὶ καρπίμων τε καὶ ἀκάρπων· ἀνθῶν εὔχροιαι καὶ εὐωδίαι· καὶ ὅσα μικρὸν ὕστερον μέλλει τῷ προστάγματι τοῦ Θεοῦ ἐπανα τείλαντα τῇ γῇ τὴν γεννησαμένην κατακοσμεῖν. Ὧν ἐπειδὴ οὐδὲν οὔπω ἦν, ἀκατάσκευον αὐτὴν εἰκότως ὁ λόγος ὠνόμασε. Τὰ αὐτὰ δὲ ταῦτα κἂν περὶ οὐρανοῦ εἴποιμεν· ὅτι οὐκ ἐξείργαστο οὔπω οὐδὲ αὐτὸς, οὐδὲ τὸν οἰκεῖον ἀπειλήφει κόσμον, ἅτε μήπω σελήνῃ μήτε ἡλίῳ περι λαμπόμενος, μηδὲ τοῖς χοροῖς τῶν ἄστρων κατεστεμμένος. Οὔπω γὰρ ταῦτα ἐγεγόνει. Ὥστε οὐχ ἁμαρτήσεις τῆς ἀληθείας, κἂν τὸν οὐρανὸν ἀκατάσκευον εἴπῃς. Ἀόρατον δὲ τὴν γῆν προσεῖπε διὰ δύο αἰτίας· ἢ ὅτι οὔπω ἦν αὐτῆς ὁ θεατὴς ἄνθρωπος, ἢ ὅτι ὑποβρύχιος οὖσα ἐκ τοῦ ἐπιπο λάζοντος τῇ ἐπιφανείᾳ ὕδατος οὐκ ἠδύνατο καθορᾶσθαι. Οὔπω γὰρ ἦν συναχθέντα τὰ ὕδατα εἰς τὰ οἰκεῖα συστήματα, ἅπερ ὕστερον ὁ Θεὸς συναγαγὼν προσηγόρευσε θαλάσσας. Ἀόρατον οὖν τί ἐστι; Τὸ μὲν, ὃ μὴ πέφυκεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι, ὡς ὁ νοῦς ὁ ἡμέτερος· τὸ δὲ, ὃ τῇ φύσει ὁρατὸν ὑπάρχον, διὰ τὴν ἐπιπρόσθεσιν τοῦ ἐπικειμένου αὐτῷ σώματος ἀποκρύπτεται, ὡς ὁ ἐν τῷ βυθῷ σίδηρος. Καθ' ὃ σημαινόμενον νῦν ἀόρατον ἡγούμεθα προσειρῆσθαι τὴν γῆν καλυπτομένην ὑπὸ τοῦ ὕδατος. Ἔπειτα μέντοι, καὶ μήπω τοῦ φωτὸς γενηθέντος, οὐδὲν ἦν θαυμαστὸν τὴν ἐν σκότῳ κειμένην, διὰ τὸ ἀφώτιστον εἶναι τὸν ὑπὲρ αὐτῆς ἀέρα, ἀόρατον καὶ κατὰ τοῦτο παρὰ τῆς Γραφῆς προσειρῆσθαι. 2.2 Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν διαστρέφοντες, τὴν ὕλην φασὶ διὰ τῶν λέξεων τούτων παραδηλοῦσθαι. Αὕτη γὰρ, φησὶ, καὶ ἀόρατος τῇ φύσει καὶ ἀκατα σκεύαστος, ἄποιος οὖσα τῷ ἑαυτῆς λόγῳ, καὶ παντὸς εἴδους καὶ σχήματος κεχωρισμένη, ἣν παραλαβὼν ὁ τεχνίτης τῇ ἑαυτοῦ σοφίᾳ ἐμόρφωσε, καὶ εἰς τάξιν ἤγαγε, καὶ οὕτω δι' αὐτῆς οὐσίωσε τὰ ὁρώμενα. Εἰ μὲν οὖν ἀγέννητος αὕτη, πρῶτον μὲν ὁμότιμος τῷ Θεῷ, τῶν αὐτῶν πρεσβείων ἀξιουμένη. Οὗ τί ἂν γένοιτο ἀσεβέστερον, τὴν ἄποιον, τὴν ἀνείδεον, τὴν ἐσχάτην ἀμορφίαν, τὸ ἀδιατύπωτον αἶσχος (τοῖς γὰρ αὐτῶν ἐκείνων προσρήμασι κέχρημαι) τῆς αὐτῆς προεδρίας ἀξιοῦσθαι τῷ σοφῷ καὶ δυνατῷ καὶ παγκάλῳ δημιουργῷ καὶ κτίστῃ τῶν ὅλων; Ἔπειτα εἰ μὲν τοσαύτη ἐστὶν, ὥστε ὅλην ὑποδέχεσθαι τοῦ Θεοῦ τὴν ἐπιστήμην· καὶ οὕτω, τρόπον τινὰ, τῇ ἀνεξιχνιάστῳ τοῦ Θεοῦ δυνάμει ἀντιπαρεξάγουσιν αὐτῆς τὴν ὑπόστασιν, εἴπερ ἐξαρκεῖ ὅλην τοῦ Θεοῦ τὴν σύνεσιν δι' ἑαυτῆς ἐκμετρεῖν· εἰ δὲ ἐλάττων ἡ ὕλη τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ οὕτως εἰς ἀτοπωτέραν βλασφημίαν αὐτοῖς ὁ λόγος περιτραπήσεται, δι' ἔνδειαν ὕλης ἄπρακτον καὶ ἀνενέργητον τῶν οἰκείων ἔργων τὸν Θεὸν κατεχόντων. Ἀλλ' ἐξηπάτησε γὰρ αὐτοὺς τῆς ἀνθρωπίνης φύσεως ἡ πενία. Καὶ ἐπειδὴ παρ' ἡμῖν ἑκάστη τέχνη περί τινα ὕλην ἀφωρισμένως ἠσχόληται, οἷον χαλευτικὴ μὲν περὶ τὸν