1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

47

διεγερθέντες, ἐπὶ τὴν βορινὴν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα τοὺς ἰχθῦς ἡνωμένους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσταγμα βασιλέως; ποῖα διαγράμματα κατ' ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; οἱ ξεναγοῦντες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. Ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διδαγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφωνα καὶ ἄλογα παντελῶς, ἀλλὰ φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ τοῦ κτίσαντος ἀνθιστάμενος. Ἄκουε τῶν ἰχθύων μονονουχὶ φωνὴν ἀφιέντων δι' ὧν ποιοῦσιν, ὅτι εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ὑποδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ' ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια· ὅθεν καὶ ἐπὶ τοὺς ποταμοὺς ἀνανήχεται πολλάκις, καὶ πόρρω θαλάσσης φέρεται. Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔκγονα. Ἐπειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑποστρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ τῶν σιωπώντων. Ἐπιπόλαιος, φασὶν, ἡ βορεινὴ θάλασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. ∆ιὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι. Ἀλλὰ καὶ ψυχρὰ, χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη. ∆ιὰ τοῦτο ἐφ' ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσήνεμον τῶν ἀρκτῴων, τοῖς ἐπ' ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται. 7.5 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθὺς, τί ἐροῦμεν ἡμεῖς οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίαις προτραπέντες, Πνεύματι σοφισ θέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ' ἑαυτοὺς διατιθέμενοι; Εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελ πιστίας δι' ἡδονῆς βοσκηματώδους τὴν ζωὴν ἀναλίσκομεν. Ἰχθὺς τοσαῦτα διαμείβει πελάγη ὑπὲρ τοῦ εὕρασθαί τινα ὠφέλειαν· τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; Ἀργία δὲ, κακουργίας ἀρχή. Μηδεὶς ἄγνοιαν προφασιζέσθω. Φυσικὸς λόγος οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνὺς ἐγκατέσπαρται. Οὐκ ἀφίσταμαι τῶν θαλασσίων ὑποδειγμάτων, ἐπειδὴ ταῦτα ἡμῖν πρόκειται εἰς ἐξέτασιν. Ἤκουσα ἐγὼ τῶν παραλίων τινὸς, ὅτι ὁ θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῷον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται. Ὃς ὅταν προΐδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαν, ἐπ' αὐτῆς, ὥσπερ ἐπ' ἀγκύρας, βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ὑποσύρεσθαι. Τοῦτο ὅταν ἴδωσιν οἱ ναυτικοὶ τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Οὐδεὶς ἀστρολόγος, οὐδεὶς Χαλδαῖος, ταῖς ἐπιτο λαῖς τῶν ἄστρων τὰς τῶν ἀέρων ταραχὰς τεκμαιρόμενος, ταῦτα τὸν ἐχῖνον ἐδίδαξεν, ἀλλ' ὁ θαλάσσης καὶ ἀνέμων Κύριος καὶ τῷ μικρῷ ζῴῳ τῆς μεγάλης ἑαυτοῦ σοφίας ἐναργὲς ἴχνος ἐνέθηκεν. Οὐδὲν ἀπρονόητον, οὐδὲν ἠμελημένον παρὰ Θεοῦ. Πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός. Πᾶσι πάρεστιν, ἐκπορίζων ἑκάστῳ τὴν σωτηρίαν. Εἰ ἐχῖνον ἔξω τῆς ἑαυτοῦ ἐπισκοπῆς ὁ Θεὸς οὐκ ἀφῆκε, τὰ σὰ οὐκ ἐπισκοπεῖ; Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, κἂν ὑπερόριοι