7
ζέτω νοήματα· εἰ δὲ τοὺς γραώδεις μύθους καὶ τὰς βεβήλους καινοφωνίας κατὰ πάντα τρόπον ἀπωθεῖσθαί φησι δεῖν ὁ ἀπόστολος, οὐδαμῶς συγχωρητέον αὐτῷ συναρμόζειν ἀλλή λοις τὰ ἀκοινώνητα καὶ προσκολλᾶν τὰ ἀσύμβατα. καὶ μᾶλλον δ' ἂν ἡμῖν αὐτὸς δι' ὧν ἐπαγωνίζεται τοῖς εἰρημένοις πρὸς ἀνατροπὴν τοῦ δόγματος αὐτοῦ συμμαχήσειε· φησὶ γὰρ ὅτι καὶ ὁ Παῦλος τὸν πρῶτον Ἀδὰμ ψυχὴν καλεῖ μετὰ σώ ματος οὖσαν, καλῶς τοῦτο καὶ ὑπὲρ τῆς ἀληθείας εἰπών. ἆρα οὖν ὁ πρῶτος ἄνθρωπος, ὁ εἰς ψυχὴν ζῶσαν παρὰ τοῦ Παύλου μνημονευθείς, κτηνείαν τινὰ ψυχὴν εἶχε καὶ ἄλογον; καὶ μὴν οὐκ ὀλίγην αὐτῷ προσμαρτυρεῖ τὴν διανοητικὴν χάριν ἡ ἱστορία· προσήγετο μὲν γὰρ αὐτῷ παρὰ τοῦ θεοῦ τὰ 3,1.145 ζῷα, τῆς δὲ τῶν ὀνομάτων εὑρέσεως ἐκεῖνος κύριος ἦν, τὸ προσφυὲς καὶ ἁρμόδιον ἑκάστῳ περινοῶν. ἀλλὰ καὶ ἡ παρακοὴ καὶ ἡ περὶ τὰ μὴ δέοντα συνδιάθεσις καὶ ἡ ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνη καὶ τὸ πρόσφορον ἐπὶ τοῖς ἐγκλήμασιν ἀπολογίαν εὑρεῖν, πάντα ταῦτα τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἀπόδειξις γίνεται. τί δήποτε τοίνυν παρεσιω πήθη παρὰ τοῦ Παύλου τὸ νοερὸν τῆς ψυχῆς ἐπὶ τοῦ Ἀδάμ; ἢ δῆλον ὅτι τῷ μέρει συνονομάζεται τὸ λειπόμενον, ὡς τῷ Πρὸς σὲ πᾶσα σὰρξ ἥξει διὰ τῆς σαρκὸς ὅλον σημαίνει ὁ ∆αβὶδ τὸ ἀνθρώπινον· καὶ ὁ Ἰακὼβ ἐν ἑβδομήκοντα πέντε ψυχαῖς τοῖς Αἰγυπτίοις ἐπιξενούμενος οὐκ ἄνους οὐδὲ ἄσαρκος κατὰ τὸν χρόνον ἐκεῖνον ὑπὸ τῆς γραφῆς ἱστορεῖται.
Ἀλλά φησιν ὁ λογογράφος ὅτι ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ πνευματικὸς λέγεται καὶ τοῦτο σημεῖον ποιεῖται τοῦ ἄνουν εἶναι τὸν τῷ θεῷ συγκραθέντα ἄνθρωπον. καίτοι πρόχειρος τῆς ἀτοπίας ὁ ἔλεγχος ἐξ αὐτῶν, ὧν παρέθετο. ὁ γὰρ εἰπὼν Οἷος ὁ ἐπου ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι πόρρω τῆς τοιαύτης ὑπονοίας ἀφίστησιν. εἰ γὰρ οἱ πεπιστευκότες τῷ ἐξ οὐρανῶν ἥκοντι καὶ αὐτοὶ παρὰ τοῦ Παύλου ἐπουράνιοι λέγονται, οἱ μετατεθεικότες, καθώς φησιν, εἰς οὐρανοὺς τὸ πολίτευμα, καὶ οἷος ἐκεῖνος ὁ ἐπουράνιος, τοιούτους εἶναι καὶ τούτους τοὺς ἐπουρανίους φησὶν ὁ ἀπόστολος, οὐδεὶς δὲ ἄνους τῶν παραδεξαμένων τὴν πίστιν· ἀνάγκη πᾶσα τὴν ὁμοιωτικὴν ταύτην σύγκρισιν ἀπόδειξιν γενέσθαι τοῦ καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ ἐν ἐκείνῳ τὸν νοῦν εἶναι. Οἷος γάρ, φησίν, ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· ὥστε ἢ ἐν πᾶσι τὸν νοῦν ἢ ἐν οὐδενὶ κατ' ἀνάγκην ὁμολογήσουσιν. ὥσπερ γὰρ τὰ τοῦ χοϊκοῦ ἰδιώματα τοῖς ἐξ ἐκείνου ἐνθεωρεῖται, οὕτως ἐπάναγκες κατὰ τὴν τοῦ ἀποστόλου ἀπόφασιν τὸν κατὰ πάντα πεπειραμένον τοῦ ἡμετέρου βίου καθ' ὁμοιότητα 3,1.146 χωρὶς ἁμαρτίαςὁ δὲ νοῦς ἁμαρτία οὐκ ἔστιπρὸς πᾶσαν ἡμῶν οἰκείως ἔχειν τὴν φύσιν. οὕτω γὰρ τὸ ἀποστολι κὸν ἀληθεύεται τὸ ἡμᾶς κατ' ἐκεῖνον εἶναι, εἰ ὁμολογηθείη κἀκεῖνος καθ' ἡμᾶς γεγενῆσθαι, ἵνα ἐκ τοῦ γενέσθαι οἷος ἡμεῖς ἡμᾶς ποιήσῃ οἷος ἐκεῖνος. Πάλιν τοίνυν τῶν παρ' αὐτοῦ ῥηθέντων ἐπιμνησθησώμεθα· Καθὸ καὶ τὸν πρότερον Ἀδὰμ ὁ Παῦλος ψυχὴν καλεῖ μετὰ σώματος οὖσαν καὶ οὐκ ἄνευ σώματος, τῷ δὲ ὅλῳ τὴν ἐπωνυμίαν διδοῦσαν, κἂν ἐφ' ἑαυτῆς καὶ αὐτὴ κατὰ σύλληψιν τοῦ πνεύματος καλῆται ψυχή. ταῦτα λέγων ὁμολογεῖ τὰ τρία κατὰ σύλληψιν τῷ τῆς ψυχῆς καλεῖσθαι ὀνόματι ὡς περιει λημμένης τῆς τε τοῦ σώματος καὶ τῆς τοῦ πνεύματος ἐν τῷ αὐτῷ σημασίας. ἀλλὰ τὸν ἔσχατον, φησί, πνεῦμα ζωο ποιοῦν ὁ Παῦλος καλεῖ. ὅπερ οὖν ἐν ἐκείνῳ διὰ τοῦ πλεονά ζοντος κεκρατηκέναι τὴν ἐπωνυμίαν κατὰ τῶν λοιπῶν τῶν σημαινομένων ἔδειξε, τοῦτο πάντως καὶ ἐπὶ τούτου τὴν ἴσην δύναμιν ἔχει. εἰ γὰρ ὁ Ἀδάμ, ἐπειδὴ ἥμαρτε, ψυχὴ λέγεται, ὁ τῷ θεῷ ἐγκραθεὶς ἄνθρωπος, ἐπειδὴ Ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πνεῦμα τὸ ὅλον κατονομάζεται. ἀλλ' οὐ καταδέχεται τὴν τοιαύτην διάνοιαν· φησὶ γὰρ ἐκεῖνον μὲν ἐκ γῆς χοϊκόν, διότι τὸ σῶμα ἐκ τοῦ χοῦ πλασθὲν ἐψυχώθη. ἆρα ὁ νοῦς, ὅπερ ὀνομάζει πνεῦμα, οὐ συγκατεβλήθη τῷ κατὰ τὸν Ἀδὰμ πλάσματι; οὐκοῦν ἐν τίνι αὐτῷ ἡ πρὸς τὸν θεὸν ὁμοιότης; τίς δὲ ἡ ἐκ τοῦ θείου ἐμφυσήματος ἀπορροή, εἰ μὴ ὁ