7
τῶν καταγγειλάντων τὸν λόγον τῶν μετ' ἐκείνους. Ἄλλως δὲ οὐδὲ ἐπ' αὐτοῦ τὸν λόγον ἐλεγχόμενον ἴδοι τις ἂν, εἰ τὴν προθυμίαν ἐννοήσει τὴν ἐκείνου, καὶ ὅτι μετὰ τελευτὴν οὐ παύεται πανταχοῦ τῆς οἰκουμένης κηρύττων. Ἐννόησον δὲ πῶς ἐπαίρει τὴν δωρεὰν, καὶ δείκνυσι μεγάλην οὖσαν καὶ πολὺ τῆς προτέρας ὑψηλοτέραν· εἴ γε τὰ μὲν παλαιὰ περὶ ἔθνος ἓν ἐγίγνετο, αὕτη δὲ γῆν καὶ θάλασσαν ἐπεσπάσατο. Σκόπει δέ μοι κἀκεῖνο, πῶς κολακείας πάσης ἀπηλλαγμένη ἐστὶν ἡ τοῦ Παύλου 60.399 ψυχή. Ῥωμαίοις γὰρ διαλεγόμενος τοῖς ὥσπερ ἐν κορυφῇ τινι τῆς οἰκουμένης ἁπάσης καθημένοις, οὐδὲν πλέον αὐτοῖς δίδωσι τῶν λοιπῶν ἐθνῶν, οὐδὲ, ἐπειδὴ τότε ἐκράτουν καὶ ἐβασίλευον, καὶ ἐν τοῖς πνευματικοῖς φησί τι πλέον αὐτοὺς ἔχειν· ἀλλ', Ὥσπερ, φησὶ, τοῖς ἔθνεσι πᾶσι κηρύττομεν, οὕτω καὶ ὑμῖν, μετὰ Σκυθῶν καὶ Θρᾳκῶν αὐτοὺς ἀριθμῶν· ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο δηλῶσαι, περιττὸν ἦν τὸ εἰπεῖν, Ἐν οἷς ἐστε καὶ ὑμεῖς. Ταῦτα δὲ ποιεῖ καθαιρῶν αὐτῶν τὸ φρόνημα, καὶ κενῶν τὸ φύσημα τῆς διανοίας, καὶ διδάσκων αὐτοὺς τὴν πρὸς τοὺς ἄλλους ἰσοτιμίαν. ∆ιὸ ἐπήγαγεν αὐτὸ τοῦτο λέγων· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· τουτέστι, Μεθ' ὧν ἐστε καὶ ὑμεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Τοὺς ἄλλους μεθ' ὑμῶν, ἀλλ' Ὑμᾶς μετὰ τῶν ἄλλων ἐκάλεσεν. Εἰ γὰρ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, πολλῷ μᾶλλον οὐδὲ βασιλεὺς καὶ ἰδιώτης· καὶ γὰρ ὑμεῖς ἐκλήθητε, καὶ οὐκ ἀφ' ἑαυτῶν προσήλθετε. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τοῦ κλητοῦ τίθησι, Κλητὸς ἀπόστολος, λέγων. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί· Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐν τοῖς πιστεύουσι καὶ ἐξ ὑπάρχων εἶναι καὶ ὑπάτων, καὶ πένητας καὶ ἰδιώτας, ἐκβάλλων τὴν ἀνωμαλίαν τῶν ἀξιωμάτων, πᾶσι μίαν ἐπιστέλλει προσηγορίαν. Εἰ δὲ ἐν τοῖς ἀναγκαιοτέροις καὶ πνευματικοῖς κοινὰ δούλοις καὶ ἐλευθέροις ἅπαντα πρόκειται, οἷον ἡ ἀγάπη ἡ παρὰ τοῦ Θεοῦ, ἡ κλῆσις, τὸ Εὐαγγέλιον, ἡ υἱοθεσία, ἡ χάρις, ἡ εἰρήνη, ὁ ἁγιασμὸς, τὰ ἄλλα πάντα, πῶς ἐσχάτης ἀνοίας οὐκ ἂν εἴη, οὓς ὁ Θεὸς συνῆψε καὶ ὁμοτίμους ἐποίησεν ἐν τοῖς μείζοσι, τούτους διαιρεῖν ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων; ∆ιά τοι τοῦτο ἀπὸ τῶν προοιμίων αὐτῶν τὴν χαλεπὴν ταύτην ἐκβαλὼν νόσον ὁ μακάριος οὗτος, εἰς τὴν μητέρα τῶν ἀγαθῶν αὐτοὺς ἐμβιβάζει, ταπεινοφροσύνην. Τοῦτο καὶ οἰκέτας βελτίους εἰργάζετο, μανθάνοντας ὡς οὐδὲν ἐκ τῆς δουλείας παραβλαβήσονται, τὴν ὄντως ἐλευθερίαν ἔχοντες· τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε μετριάζειν, παιδευομένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν μὴ τὰ τῆς πίστεως ᾖ προηγούμενα. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σύγχυσιν ἐργαζόμενος τοῦτο ἐποίει καὶ πάντα μιγνὺς, ἀλλ' οἶδε καὶ διαίρεσιν ἀρίστην, οὐχ ἁπλῶς ἔγραψε πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀλλὰ μετὰ διορισμοῦ, Τοῖς ἀγαπητοῖς τοῦ Θεοῦ. Αὕτη γὰρ ἡ ἀρίστη διάκρισις, καὶ δείκνυσι πόθεν ὁ ἁγιασμός. δʹ. Πόθεν οὖν ὁ ἁγιασμός; Ἀπὸ τῆς ἀγάπης. Εἰπὼν γὰρ, Ἀγαπητοῖς, τότε ἐπήγαγε, Κλητοῖς ἁγίοις, δηλῶν ὅτι ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων· ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Χάρις ὑμῖν καὶ εἰρήνη. Ὢ προσηγορίας μυρία φερούσης ἀγαθά! Τοῦτο καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις εἰς τὰς οἰκίας εἰσιοῦσι πρῶτον ῥῆμα φάσκειν ἐπέταττε. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐντεῦθεν πανταχοῦ προοιμιάζεται, ἀπὸ τῆς χάριτος καὶ τῆς εἰρήνης. Οὐδὲ γὰρ μικρὸν κατέλυσεν ὁ Χριστὸς πόλεμον, ἀλλὰ καὶ ποικίλον καὶ παντοδαπὸν καὶ χρόνιον, καὶ τοῦτον οὐκ ἐκ τῶν ἡμετέρων πόνων, ἀλλὰ διὰ τῆς αὐτοῦ 60.400 χάριτος. Ἐπεὶ οὖν ἡ μὲν ἀγάπη τὴν χάριν, ἡ δὲ χάρις τὴν εἰρήνην ἐδωρήσατο, ὡς ἐν τάξει προσηγορίας αὐτὰ θεὶς, ἐπεύχεται μένειν διηνεκῆ καὶ ἀκίνητα, ὥστε μὴ πάλιν ἕτερον ἀναῤῥιπισθῆναι πόλεμον· καὶ παρακαλεῖ τὸν δεδωκότα, πάγια ταῦτα διατηρεῖν, οὕτω λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἰδοὺ ἐνταῦθα τὸ, ἀπὸ, κοινόν ἐστι Πατρὸς