7
τούτου καὶ ἕτερον, ὅτι Ὥσπερ Ἀσσυρίους εἰς συμμαχίαν καλέσαντες, οὐδὲν ἐκ τῆς ἐπικουρίας ἀπώνασθε, οὕτω καὶ νῦν Αἰ γυπτίοις προσπεφευγότες, οὐδεμιᾶς ἐκεῖθεν ὠφε λείας ἀπολαύσεσθε. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομέ νων δηλοῖ. Καὶ ἀπ' Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατ 81.517 ῃσχύνθης ἀπὸ Ἀσσούρ. (λζʹ) Ὅτι καὶ ἐντεῦθεν ἐξ- ελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· Ἴδιον τῶν θρηνουσῶν τὸ τὰς χεῖρας συμπεπλεγμένας ἐπιτιθέναι τῇ κεφαλῇ. Τὸ δὲ αἴτιον τῶν κακῶν, "Ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐο δωθήσῃ ἐπ' αὐτῇ." Εἰ γὰρ εἰς τὸν Θεὸν ἤλπισας, ἐτρύγησας ἂν ὥριμον τὸν τῆς ἐλπίδος καρπόν· ἐπειδὴ δὲ ἀνθρώποις ἐθάῤῥησας, διήμαρτες τῆς ἐλπίδος. ΚΕΦΑΛ. Γʹ. Μετὰ ταῦτα δὲ γινώσκει, ὡς πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη, πρὸς τὸν ἄνδρα τὸν πρότερον ἐπανελθεῖν οὐ δυνήσεται, τοῦ νό μου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συν αφθέντα καταλιποῦσα, συνήφθης δαίμοσιν ἀνοσίοις· εἶτα, πάλιν αἴσθησιν δεξαμένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην. Εἰ δὲ νομίζεις ἁπλῶς με ταῦτα λέγειν, βʹ. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρθης. Ἀντὶ τοῦ, Ἐμιάνθης. Τοῦτο γὰρ καὶ διὰ τοῦ Ἐζεκιήλ φησι πρὸς αὐτὴν, "Καὶ εὗρόν σε πεφυρμένην ἐν τῷ αἵματί σου·" οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε. Λέγει δὲ ἐν τοῖς ἑξῆς, ὅτι Οὐ μόνον παραγινομένους ἐδέχου, ἀλλὰ καὶ ἐξῄεις ἐπιζητοῦσα· καὶ ταῖς κορώναις πα ραπλησίως προσήδρευες ταῖς ὁδοῖς, τὴν ἐκείνων προσ μένουσα παρουσίαν, καὶ τὴν γῆν μιασμάτων ἐνέπλη σας, πολλοῖς ποιμέσιν ἀνθ' ἑνὸς χρησαμένη. Ποιμένας γὰρ πολλοὺς τὰ εἴδωλα προσηγόρευσεν ὥσπερ γὰρ θεοὶ ἐκαλοῦντο τὴν θείαν προσηγορίαν συλήσαντες οἱ τοῦ ψεύδους πατέρες οὕτω καὶ ποιμένες ὠνομά σθησαν τὸ τοῦ ἀληθινοῦ ποιμένος λῃστεύσαντες ὄνομα. "Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας." Καθάπερ γὰρ αἱ τὴν ὥραν ἀπεμπολοῦσαι τῶν μετώπων ἀποξύουσι τὴν αἰδῶ, καὶ πᾶσιν ὁμοίως προσφέρονται· οὕτω σὺ πρὸς οὐδένα τὴν εὔνοιαν δι εφύλαξας, ἀλλὰ τρυγῶσα μὲν παρ' ἐμοῦ τῶν ἀγαθῶν τὴν φορὰν, τοῖς εἰδώλοις ἐδούλευες. Περιπίπτουσα δὲ συμφοραῖς, καὶ τῆς ἐκείνων ἀσθενείας αἰσθανομένη, τὴν ἐμὴν ἐξῄτεις βοήθειαν. δʹ. Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου, Οὐ ταύτας μοι τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις πάλαι, ποτὲ μὲν πατέρα καλοῦσα, ποτὲ δὲ ἄνδρα παρθενικὸν, ποτὲ δὲ οἶκον ἄσυλον; Οὕτω γὰρ καὶ ὁ μακάριος 81.520 λέγει ∆αβίδ· "Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. εʹ. Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀντὶ τοῦ, Τὸ ψεῦδός σου, καὶ τῶν ῥημάτων ἡ χλευασία. "Ἦ δια φυλαχθήσεται εἰς νῖκος;" Ἦ νομίζεις διὰ τούτων περιγενέσθαι καὶ νικᾷν; Εἶτα εἰρωνικῶς· "Ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνή θης." Ἀντὶ τοῦ, Νόμισον κεχλευακέναι, καὶ δια πεφευγέναι τοιαῦτα παρανομῆσαι τολμήσασα. Μετὰ δὲ ταῦτά φησι τὸν Θεὸν πρὸς αὐτὸν εἰρηκέναι ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· ϛʹ. Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι (ἐδούλευον γὰρ ἐν Βαβυλῶνι), τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον. "Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ." Ἔπειτα τὴν οἰκείαν ἀγαθότητα καὶ μακροθυμίαν δείκνυσιν. ζʹ. Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα. Ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. ηʹ. Καὶ