1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

55

ἦν ὄνομα. Τὸ γὰρ Βάαλ γενικὸν ὄνομα τῶν εἰδώλων· λέγει δὲ, ὅτι ἐν τούτοις τοῖς τόποις τὴν κατὰ τῶν υἱῶν καὶ θυγατέρων ἐτόλμων μιαιφονίαν. "∆ιὰ τοῦτο, φησὶ, παραδέδωκα τὴν πόλιν ταύτην λιμῷ, καὶ λοιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ." Ἀλλ' ὅμως τοῖς ἀνδραποδι ζομένοις μετὰ τὸν ὡρισμένον χρόνον ἐλευθερίας μεταδώσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν, καὶ τῆς προτέρας αὐτοὺς ἀξιώσω κηδεμονίας. Τὸ δέ· λθʹ. Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ ὁδὸν ἑτέραν, ὥστε φοβεῖσθαί με πάσας τὰς ἡμέρας, οὕτω νοητέον, ὅτι διὰ τῆς παιδείας, καὶ διὰ τῆς μετὰ ταῦτα ἐλευθερίας, γνώσονταί με μόνον ὄντα Θεὸν, καὶ τῆς προτέρας ἀπαλλαγήσονται πλάνης. μʹ. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰώνιον, ἣν οὐκ ἀποστρέψω ὄπισθεν αὐτῶν. Ἔτυχον ἂν καὶ ταύτης τῆς ἐπαγγελίας, εἴπερ ἠθέλησαν· αὐτοὶ δὲ ἀποστάντες τῆς χάριτος ἐγυμνώθησαν. Ταῦτα δὲ, καὶ τὰ τούτοις ὅμοια, διὰ πλειόνων εἰπὼν, ἐπ ήγαγε· μγʹ, μδʹ. Καὶ κτηθήσονται ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις ὅτι ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, καὶ παραδοθήσεται ἐν χειρὶ Χαλδαίων. Καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γραφή σονται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται. Ταῦτα πρὸς τὴν πεῦσιν ἀπεκρίνατο τοῦ προφήτου· διδά σκων ὡς τούτου χάριν αὐτῷ προσέταξε πρίασθαι τὸν ἀγρὸν, ἵνα καὶ διὰ τῶν πραγμάτων δείξῃ τῆς προφητείας τὸ ἀληθές. "Ὠνήσονται γὰρ, φησὶν, ἀγρούς· καὶ ἐν γῇ Βενιαμὴν, καὶ κυκλόθεν Ἱερου σαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ 81.676 ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλὰ, καὶ ἐν πόλεσι τῆς Ναγέβ." Σεφιλὰ τὴν πεδιάδα καλεῖ· Ναγὲβ τὴν μεσημβρίαν. ΚΕΦΑΛ. ΛΓʹ. Εἶτα πάλιν ἑτέραν ἀποκάλυψιν, ἔτι τὸ δεσμωτήριον οἰκῶν, ὁ προφήτης ὁρᾷ. Καί φησι πρὸς αὐτὸν ὁ Θεός· γʹ. Κάλεσον πρός με, καὶ ἐπακούσομαί σου, καὶ ἀναγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ, ἃ οὐκ ἔγνως. Καὶ δείξας τὴν πολιορκίαν, προλέγει καὶ τὴν ἐλευθερίαν. ϛʹ. Ἰδοὺ γὰρ ἐγὼ ἐπάγω ἐπ' αὐτὴν συνούλω σιν καὶ ἴαμα, καὶ ἰατρεύσω αὐτούς. Ἡ συνού λωσις τὴν τελείαν ἴασιν δηλοῖ. Εἶτα διδάσκει ὅπως τὴν ἐπάνοδον ὁρῶντα τὰ ἔθνη ὑμνήσει τῆς ἐλευθε ρίας τὸν χορηγόν· καὶ οἱ μὲν καλοκἀγαθίᾳ συζῶντες, θαυμάσουσιν· οἱ δὲ πονηρίαν ἀσπαζόμενοι πικραν θήσονται, ὁρῶντες ἐν εὐπραξίᾳ τὴν πόλιν, καὶ τὰς θείας ἑορτὰς ἐπιτελουμένας συνήθως. ιεʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνατελῶ κέρας τῷ ∆αβὶδ, ἀνατο λὴν δικαίαν· καὶ ποιήσει κρίμα καὶ δικαιοσύ νην ἐν τῇ γῇ. Καὶ ἤδη προειρήκαμεν, ὡς τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ταῦτα τετύχηκε πέρατος, ἀκριβῶς δὲ τὴν τῆς προφητείας ἀλήθειαν ὁ ∆εσπότης ἡμᾶς ἐδίδαξεν. ϛʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις σωθήσεται Ἰουδαία, καὶ Ἱερουσαλὴμ κατασκηνώσει πεποιθυῖα· καὶ τοῦτο τὸ ὄνομα ὃ κληθήσεται, Κύριος δικαιοσύνη ἡμῶν. Τοῦτο τὸ ὄνομα καὶ ἐν τοῖς πρόσ θεν ἐντέθεικε, τῇ τῶν Ἑβραίων αὐτὴν καλέσας φωνῇ Ἰωσεδέκ. ιζʹ. Ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθή σεται τῷ ∆αβὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ. Τοῦτο καὶ ὁ πατριάρχης προσείρη κεν Ἰακώβ· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ἀλλὰ μετὰ τὸν Ζοροβάβελ οὐκ ἴσμεν ἡγεμονεύσαντά τινα ἐκ τῆς Ἰούδα φυλῆς. Εὑρίσκομεν δὲ ὅμως τὴν τῆς προ φητείας ἀλήθειαν· τῆς γὰρ βασιλικῆς καὶ τῆς ἱερα τικῆς ἐπιμιξία ἐγένετο· οἱ δὲ ἱερεῖς ἦρχον ἕως Ἡρώδου τοῦ ἀλλοφύλου. ∆ιὰ τοῦτο καὶ ἡ παροῦσα προφητεία τοῖς περὶ τοῦ ∆αβὶδ τὰ περὶ τῶν ἱερέων συνάπτει. ιηʹ. Περὶ τῶν ἱερέων, φησὶ, καὶ Λευϊτῶν, οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀνα φέρων ὁλοκαυτώματα, καὶ θυμιῶν δῶρον, καὶ ποιῶν θυσίαν πάσας τὰς ἡμέρας. Καὶ ταύτης 81.677 δὲ τῆς προφητείας ὁρῶμεν τὴν ἔκβασιν. Τῆς γὰρ Και νῆς ∆ιαθήκης κατὰ τὴν θείαν δοθείσης ἐπαγγελίαν, ἐδόθη καὶ ἱερωσύνη κατὰ τὴν τάξιν Μελχισεδέκ· καὶ οἱ ταύτης ἠξιωμένοι, τὴν λογικὴν θυσίαν ἐνδελε χῶς προσφέρουσι τῷ Θεῷ. Εἶτα λέγει· Ὡς ἀδύνατόν ἐστιν ἡμέραν νύκτα