1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

81

τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν κηρύττει. Κολά ζων γὰρ ἐλεεῖ, καὶ παιδείαν ἐπάγων ψυχαγωγεῖ, καὶ τοῦ δικαίου τὴν ψῆφον τῇ φιλανθρωπίᾳ κιρνᾷ. Ἡμεῖς τοίνυν τῆς κρίσεως τὸ δίκαιον δείσωμεν, καὶ τῇ φιλ ανθρωπίᾳ θαῤῥοῦντες, μὴ ἀπαγορεύσωμεν τὴν σω τηρίαν· ἀλλὰ τὸν θεῖον προσμείνωμεν ἔλεον, καὶ τὴν εὐθεῖαν πορείαν ὁδεύωμεν, ἵνα τὸ μακάριον κατα λάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡμῶν ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεῖ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΑʹ. ΒΑΡΟΥΧ. ΚΕΦΑΛΑΙΟΝ. Αʹ. Ὁ θαυμάσιος Βαροὺχ συναπῆρε μὲν εἰς Αἴγυπτον τοῖς πεφευγόσιν Ἰουδαίοις· τοῦτο γὰρ ἐν τοῖς πρό σθεν ἐδιδάχθημεν· μετὰ πέντε μέντοι ἔτη τοῦ ἁλῶναι τὴν πόλιν, τὴν Βαβυλῶνα κατέλαβε. Πᾶσαν γὰρ εἰσ έφερον σπουδὴν τῆς εὐσεβείας οἱ τρόφιμοι, ὥστε τοὺς ἀσθενεῖς ἐπερείδειν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν. Ἀφικόμενος τοίνυν εἰς τὴν Βαβυλῶνα, τοῦ θείου Ἱερεμίου τὴν προφητείαν ὑπανέγνω πᾶσι τοῖς αἰχμαλώτοις, καὶ μέντοι καὶ τῷ Ἰεχονίᾳ, ὃς ὀλίγον βασιλεύσας χρόνον ἐγένετο δορυάλωτος· καὶ οὐ δι ήμαρτε τοῦ σκοποῦ. Εἰς αἴσθησιν γὰρ αὐτοὺς ἤνεγκε τῶν προτέρων ἁμαρτημάτων, ὡς καὶ γνῶναι τῆς συμφορᾶς τὴν αἰτίαν, καὶ δάκρυα προχέαι πολλὰ, καὶ χρήματα εἰσενεγκεῖν ἕκαστον, καὶ ταῦτα ἀπο στεῖλαι τοῖς ὑπολειφθεῖσιν ἱερεῦσιν εἰς Ἱερουσα 81.761 λὴμ, ὥστε ἱερεῖα πρίασθαι, καὶ ταῦτα θῦσαι, καὶ τὸν ∆εσπότην Θεὸν ἱλεώσασθαι. Τὸ γὰρ μάννα θυσίαν οἱ Ἑβραῖοι καλοῦσι. Αἰτοῦσι δὲ ζωὴν, καὶ τῷ Ναβου χοδονόσορ, καὶ τῷ Βαλτάσαρ τῷ υἱῷ αὐτοῦ. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ὑπὲρ τῶν ἔτι πολεμούντων τῇ εὐσεβείᾳ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἐνομοθέτησεν εὔχεσθαι. Τοσαύτη συμφωνία τῶν παλαιῶν πρὸς τὰ νέα. Αἰτοῦσι δὲ καὶ αὐτοὶ δου λεύειν ἠναγκασμένοι φωτισθῆναι τοὺς ὀφθαλμοὺς, ἵνα μή τινα ὑπομένωσι πλάνην. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ψήφου τῆς θείας ὁμολογοῦσι τὸ δίκαιον. Παρακαλοῦσι δὲ καὶ αὐτὴν αὐτῶν ἀναγνωσθῆναι τῷ Θεῷ τὴν ἐπιστολὴν ἐν ταῖς λαμπραῖς ἑορταῖς. ιεʹ. ιϛʹ. Καὶ ἐρεῖτε, φησὶ, Τῷ κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ ἡ αἰσχύνη τοῦ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, καὶ τοῖς ἄρ χουσιν ἡμῶν, καὶ τοῖς ἱερεῦσιν ἡμῶν, ἐναντίον Κυρίου. ∆ικαιοτάτη, φησὶν, ἡ καθ' ἡμῶν ἐξενεχθεῖσα τοῦ Θεοῦ ψῆφος· ἡμεῖς δὲ αἰσχύνης ἄξιοι, κοινῇ πάντες παρανομήσαντες. Μετὰ γὰρ τῶν βασιλέων, καὶ οἱ ἱερεῖς τὴν ἐναντίαν ἐτρέποντο. ιζʹ, ιηʹ. Ὅτι ἠπιστήσαμεν αὐτῷ. Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν. Ἀναμιμνήσκονται δὲ καὶ τῶν παλαιῶν. ιθʹ. Ἐξ οὗ γὰρ τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν οἱ πατέρες ἡμῶν, μέχρι τοῦ παρ όντος, παραβαίνοντες τὸν θεῖον διετελέσαμεν νόμον· καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ. Τὸ δὲ "ἐσχεδιάζομεν," ἀντὶ τοῦ, "καὶ ἐπενοοῦμεν ἁμαρτημάτων εἴδη·" τοὺς τοιούτους καὶ ὁ μακάριος Παῦλος ἐφευρετὰς καλεῖ κακῶν· ἐδρεψάμεθα δὲ, φησὶ, τοὺς τῶν ἁμαρτημά των καρπούς. κʹ. Ἐκολλήθη γὰρ εἰς ἡμᾶς τὰ κακὰ, καὶ ἡ ἀρὰ, ἣν συνέταξε Κύριος τῷ Μωσεῖ τῷ παιδὶ αὑτοῦ. Περιέχει καὶ τὰς ἀρὰς, καὶ τὰς εὐλογίας ὁ νόμος· τοῖς μὲν φυλάσσουσι τὰς εὐλογίας, τοῖς δὲ παραβαίνουσι τὰς ἀράς.