1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

92

ἱκετείαν προσφέρει. κγʹ. Ἀνακαίνισον αὐτοὺς, ὡς ὄρθρον πρωϊνόν. Ἐπειδὴ σκότος τὴν συμφορὰν προσηγόρευσεν, ὄρ θρῳ παραβάλλει τὴν ταύτης μεταβολήν. "Ἐπλη θύνθη ἡ πίστις σου εἰς τὰς πρωΐας." Τῆς γὰρ μεταβολῆς γενομένης, γνησιώτερον τῇ εὐσεβείᾳ προσέξουσι. Πολλοὶ γάρ εἰσιν οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου ἐξέλιπε. κδʹ. Μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου, διὰ τοῦτο ὑπομενῶ αὐτόν. Ἑτέραν, φησὶν, οὐκ ἔχω καταφυγὴν, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν. Εἶτα διδάσκει τῆς εἰς Θεὸν ἐλπίδος τὸ χρήσιμον. κεʹ, κϛʹ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν· ψυχὴ, ἣ ζητήσει αὐτὸν, ζήσεται. Ἀγα θὸν τὸ ὑπομένειν, καὶ ἐλπίζειν εἰς τὸ σωτήριον τοῦ Κυρίου. Ταῦτα εἰς ψυχαγωγίαν τῶν ἀθυμούν των διδάσκει, καὶ ἕτερα. κζʹ, κηʹ. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ. Καθήσεται κατὰ μόνας, καὶ σιωπήσει, ὅτι ἦρεν ἐφ' ἑαυτὸν ζυγὸν βαρύν. Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβὶδ· "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου·" τὸ δὲ, "Καθήσεται κατὰ μόνας καὶ σιωπή σει," καρτερεῖν διδάσκει, καὶ ὑπομένειν τὰ λυπηρά. Συμφωνεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ, λʹ. ∆ώσει ἐν χώματι στόμα αὑτοῦ· εἰ ἄρα ἐστὶν ὑπομονῆς ἐλπίς. ∆ώσει τῷ παίοντι αὐτὸν σιαγόνα αὑτοῦ. καὶ χορτασθήσεται ὀνει δισμῶν. Εὐαγγελικὸς οὗτος ὁ νόμος· ὁ γὰρ Κύριος διηγόρευσε, τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν, 81.797 στρέψαι καὶ τὴν ἄλλην. Τὸ δὲ, "∆ώσει ἐν χώματι στόμα αὑτοῦ," ὁ Σύρος "ἐν γῇ" εἶπε· τουτέστι, Σιγήσει, καὶ οἴσει γενναίως τὰς λοιδορίας καὶ τὰ ὀνείδη, ὥσπερ γῆς ἔχων πεπληρωμένον τὸ στόμα. Τοῦτο καὶ ὁ θεσπέσιος ∆αβὶδ ἐδήλωσε· "Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐταπεινώ θην, καὶ ἐκωφώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν." Εἶτα διδάσκει, ὡς οὐκ ἐπὶ πλεῖστον κέχρηται ταῖς παιδείαις ὁ ∆εσπότης, φιλάνθρωπος ὢν, ἀλλὰ μετὰ τὴν παιδείαν ἐπάγει τὸν ἔλεον. λγʹ Οὐ. γὰρ ἐταπείνωσε, φησὶν, ἐξ ὅλης καρ δίας αὐτοῦ οὐδὲ ἀπώσατο υἱοὺς ἀνθρώπων. Ὀργιζομένου γὰρ τὸ σχῆμα, τὸ δὲ βούλημα φιλ ανθρωπίας μεστόν. Εἰς ὠφέλειαν μέντοι τῶν ἀν θρώπων κέχρηται τῇ παιδείᾳ· τοῦτο γὰρ ἐπήγαγε· λδʹ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὑτοῦ πάντας δεσμίους γῆς, τουτέστι, τοὺς τῇ γῇ προσ δεδεμένους, καὶ μετάρσιον οὐκ ἔχοντας φρόνημα· ἀδικίᾳ γὰρ συζῶσι, καὶ τὸν ἐφορῶντα οὐ δειμαί νουσι. λζʹ, ληʹ. Τίς οὕτως εἶπε, καὶ ἐγένετο; Κύριος οὐκ ἐνετείλατο. Ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὰ ἀγαθὰ ἡμῶν. Τὴν πρόνοιαν ἀναιρούντων ὁ λόγος κατηγορεῖ· οὗτοι γὰρ εἱμαρμένῃ καὶ τύχῃ ἀνατιθέασι τὰ γιγνόμενα. λθʹ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὑτοῦ; Ἡ ῥᾳθυμία γὰρ, ἀλλ' οὐχὶ φύσις, πρόξενος τῆς ἁμαρτίας, οὗ δὴ χάριν καὶ τὴν τιμωρίαν ὁ δικαστὴς ἐπιφέρει τοῖς ἁμαρτάνουσιν. μʹ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν, καὶ ἠτάσθη. Εἶδε γὰρ τὴν παρ' ἡμῶν τολμηθεῖσαν παρανομίαν. "Καὶ ἐπιστρέψωμεν πρὸς Κύριον." Γένοιτο δὲ ἡμῖν πρόφασις μεταμελείας ἡ τιμωρία. μαʹ. Ἀναλάβωμεν καρδίας ἡμῶν, καὶ ἐμβλέ ψωμεν πρὸς τὸν ὑψηλὸν, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Τῶν περιττῶν, φησὶ, φροντίδων τοὺς λο γισμοὺς ἀπαλλάξαντες, τὸν θεῖον αἰτήσωμεν ἔλεον. μβʹ. Ἡμεῖς ἡμάρτομεν, καὶ ἠσεβήσαμεν, καὶ σὺ οὐχ ἱλάσθης. ∆ικαίαν, φησὶ, τὴν τιμωρίαν ἐπήγαγες. μγʹ, μδʹ. Ἐσκέπασας ἐν θυμῷ, καὶ κατεδίω ξας ἡμᾶς· ἀπέκτεινας, καὶ οὐκ ἐφείσω. Ἀπ εσκέπασας νεφέλην ἐστερεωμένην σεαυτῷ, ἕνεκεν τοῦ μὴ διελθεῖν πρὸς σὲ προσευχὴν ἡμῶν. Τοῦτο καὶ δι' ἑτέρου προφήτου φησὶν ὁ Θεὸς, "Ὅτι τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ ἐμοῦ." Ταύτας καὶ οὗτος τῇ νεφέλῃ ἀπείκασεν, ἣ διεκώλυσε τὴν πρόσοδον τῆς προσευχῆς. Θρηνεῖ δὲ καὶ ὀδύρεται διαφερόντως, ὁρῶν ἐπικερτομοῦντας τοὺς δυσμενεῖς, καὶ τῷ λαῷ τὰ ὀνείδη προσφέροντας· 81.800 λέγει δὲ τούτους θηρεῦσαι, καὶ κατασφάξαι, καὶ εἰς λάκκον ῥίψαι, καὶ λίθον ἐπιθεῖναι, καὶ ὑποβρύχιον ποιῆσαι τῷ ὕδατι· διὰ δὲ τούτων ἁπάντων τὴν ὑπερ βολὴν δεδήλωκε τῶν κακῶν. Οὕτω καὶ ὁ