1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

73

ἀετῷ δὲ παραπλησίως τὸν Βαβυλώνιον ἐπιστήσεσθαι, καὶ τῶν ὀχυρωμάτων κρατήσειν· τοὺς δὲ Ἰδουμαίους δει λίᾳ καὶ ὀδύνῃ περιπεσεῖσθαι, ὡς γυναικὶ τικτούσῃ τὴν καρδίαν αὐτῶν παραβάλλεσθαι. Ἐνταῦθα περά νας τῆς Ἰδουμαίας τὴν πρόῤῥησιν, ἐπὶ τὴν ∆αμα σκὸν μεταφέρει τὸν λόγον, καί φησιν· κγʹ. Κατῃσχύνθη Ἠμὰθ καὶ Ἀρφὰθ, ὅτι ἀκοὴν πονηρὰν ἤκουσαν. Ἠμὰθ, ὡς καὶ ἤδη προειρήκα μεν, τὴν Ἔμεσαν λέγει· ἔστι δὲ καὶ ἄλλη Ἠμὰθ, ἡ νῦν Ἐπιφάνεια. Ἀρφὰθ δέ τινές φασι τὰς νῦν Ῥεφανέας καλουμένας. "Ἐξέστησαν ἐν θαλάσσῃ, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνανται." Θά λασσαν ἐκάλεσε τὸ πλῆθος τῆς στρατιᾶς· ἔδειξε δὲ καὶ τὴν πρώτην τῶν ∆αμασκηνῶν ὁρμήν· περὶ γὰρ αὐτῶν ἔφη, "Ἐθυμώθησαν·" ἐλέγχει δὲ τὴν μετὰ ταῦτα δειλίαν. κδʹ. Ἐξελύθη ∆αμασκὸς, ἀπεστράφη εἰς φυγὴν, καὶ ἐξεῤῥίφη· τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τικτούσης. ∆ιδάσκει δὲ καὶ τὴν αἰτίαν τῆς συμφορᾶς. κεʹ. Πῶς οὐχὶ ἐγκατέλιπε πόλεις ἐμὰς, ἐμὴν κώμην ἠγάπησεν; Ἐμὰς, φησὶ, πόλεις καὶ κώμας λαβεῖν ἐπεχείρησε· πόλεις δὲ αὑτοῦ καὶ κώμας, τὰς τοῦ Ἰσραὴλ ὀνομάζει· ἀεὶ δὲ πρὸς ταύ τας ∆αμασκηνοὶ ἐναντίως διέκειντο. κϛʹ, κζʹ. ∆ιὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι σου ἐν ταῖς πλατείαις σου, καὶ πάντες οἱ ἄν δρες οἱ πολεμισταὶ ἐκπεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος τῶν δυνάμεων. Καὶ καύσω πῦρ ἐν τείχει ∆αμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ. "Υἱὸς Ἄδερ" ἐστὶν ὄνομα. Βαραδὰδ γὰρ ἐκαλεῖτο τῇ Σύρων φωνῇ· βασιλεὺς δὲ ἦν οὗτος τῆς ∆αμασκοῦ, καὶ ὡς ἡ προφητεία δηλοῖ, λαμ προῖς αὐτὴν οἰκοδομήμασι διεκόσμησεν· οἷς τὸν ἐμ πρησμὸν ἀπειλεῖ. Προλέγει δὲ ὁ προφήτης καὶ τοῖς Ἰσμαηλίταις, τοῖς νῦν καλουμένοις Σαρακηνοῖς, τὰς ἐπενεχθείσας συμφοράς. κηʹ. Τῇ Κηδὰρ, τῇ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, οὕτως εἶπε Κύριος. Κηδὰρ εἷς τῶν υἱῶν Ἰσμαὴλ, καὶ τοῦτο διδάσκει τῆς Κτίσεως τὸ βιβλίον· κατ' 81.736 ἐκεῖνον δὲ τὸν καιρὸν, ὡς εἰκὸς, αὕτη τῶν ἄλλων ἐκράτει φυλῶν· ὅθεν αὐτὴν καὶ βασίλισσαν ὀνο μάζει. Αὐλὴν δὲ καλεῖ ἅπασαν τὴν τῶν Σαρακηνῶν στάσιν· ἐπειδὴ νομάδες εἰσὶν, ἐν σκηναῖς κατοι κοῦντες. Παρακελεύεται δὲ στρατεῦσαι ἐπ' αὐτοὺς, καὶ ληΐσασθαι τὰ πρόβατα, καὶ τὰς καμήλους, ἐκ πορθῆσαι δὲ καὶ τὰς σκηνάς· καὶ ὁ Κεδὲμ δὲ υἱὸς ὑπῆρχε τοῦ Ἰσμαήλ· παρακελεύεται δὲ καὶ τούτοις ὑπὸ γῆν λαθεῖν· τοῦτο γὰρ λέγει. λʹ. Βαθύνατε εἰς κάθισιν. Ὥστε φυγεῖν τῶν πολεμίων τὴν προσβολήν. λαʹ. Ἀνάστηθι, ἀνάβηθι ἐπὶ ἔθνος εὐστα θοῦν, καθήμενον εἰς ἀναψυχὴν, φησὶ Κύριος. Οἷς οὐκ εἰσὶ θύραι, οὐδὲ μοχλοί· αὐτοὶ μό νοι καταλύουσιν. Ῥᾳδία σοι, φησὶν, ἡ νίκη· οὐ δεῖ σοι πολιορκίας, οὐδὲ προσεδρείας, οὐδὲ χρόνου μακροῦ· εὐάλωτοί εἰσι, καὶ εὐχείρωτοι. ∆είκνυσι δὲ καὶ ὡς αὐτὸς ἐπάγει τὴν τιμωρίαν. "Καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους τὰ πρόσωπα αὑτῶν, καὶ ἐκ παντὸς πέρατος αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν." Τουτέστιν, εἰς ἕκαστον κλῖμα τραπήσονται εἰς φυγήν. Καὶ οἱ πρὸς ἀνίσχοντα ἥλιον ἱδρυμένοι, καὶ οἱ πρὸς ἑσπέραν ἐσκηνωμένοι. λγʹ. Καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν, καὶ ἄβατος ἕως αἰῶνος. Οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει υἱὸς γηγε νοῦς. Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· καταλιπόντες γὰρ τὴν πανέρημον, τοῖς οἰκουμένοις φρουρίοις πελάζουσι. Προθεσπίζει δὲ καὶ τὰ τῇ Αἰλὰμ συμβεβηκότα· δηλοῖ δὲ καὶ τῆς προφητείας τὸν χρόνον. Εὐθὺς γὰρ βασιλεύσαντος Σεδεκίου ταύτην ἔφη γενέσθαι. λεʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων· Ἰδοὺ ἐγὼ συντρίβω τόξον Αἰλὰμ, ἀρχὴν δυναστείας αὐτῶν. Αἰλὰμ πόλις ἐστὶν ἐν τῷ στομίῳ τῆς Ἐρυ θρᾶς κειμένη θαλάττης. Ἐμπόριον δὲ ἦν τοῦτο πά λαι λαμπρὸν, καὶ νῦν οἱ πρὸς Ἰνδοὺς ἀποπλέοντες ἐκεῖθεν ἀνάγονται. λϛʹ. Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ. Τῆς Αἰγύπτου κρα τήσας ὁ Βαβυλώνιος, ὥρμησεν ἐπανιὼν κατ' αὐτῆς, ἔχων μὲν τὴν προτέραν