1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

47

Βαβυλῶνος. Καὶ ὅτι ἐντὸς δύο ἐτῶν, καὶ τὰ ἱερὰ σκεύη τὰ ἀποκομισθέντα ἀποκαταστήσω. Καὶ τὸν Ἰεχονίαν ἐπανάξω σὺν πᾶσι τοῖς αἰχμα 81.648 λώτοις. Αὐτὸς δὲ ὁ προφήτης Ἱερεμίας δεῖξαι βουλό μενος, ὡς εὔχεται ταῦτα γενέσθαι. ϛʹ. Στήσαι Κύριος, ἔφη πάντων ἀκουόντων, τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέ ψαι τὰ σκεύη οἴκου Κυρίου, καὶ πᾶσαν τὴν μετοικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον αὑτῶν. Οὐ μὴν εἴασε βεβαιωθῆναι τῇ συγκαταθέσει τὴν προ φητείαν. Ἔφη γάρ· ζʹ-θʹ. Πλὴν ἄκουσον τὸν λόγον τοῦτον, ὃν ἐγὼ λαλῶ εἰς τὰ ὦτά σου, καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ. Οἱ προφῆται οἱ πρότεροί μου, καὶ οἱ πρότεροι ὑμῶν ἀπὸ αἰῶνος, καὶ προεφήτευσαν ἐπὶ γαίας πολλὰς, καὶ ἐπὶ βασιλείας μεγάλας, εἰς πόλεμον, καὶ εἰς κακὰ, καὶ εἰς θάνατον. Ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου τοῦ προφήτου, γνωσθήσεται ὁ προφήτης, ὃν ἀπ έστειλεν αὐτὸν Κύριος ἐν πίστει. Τὸ τέλος, φησὶ, τῶν πραγμάτων, δείξει τῆς προφητείας τὸ ἀληθές. Ὀψόμεθα τοίνυν, εἴγε κατὰ τὴν ἐμὴν προφητείαν Βαβυλωνίοις παραδοθησόμεθα. Ἀλλὰ τούτων οὐδὲν ἀπώνατο ὁ ψευδοπροφήτης ἐκεῖνος· ἀλλ' οὓς ἔφερεν ὁ προφήτης κλοιοὺς συνέτριψε, τοῦτον τὸν τρόπον συντριβήσεσθαι λέγων τὸν τοῦ Ναβουχοδονόσορ ζυγὸν, δυοῖν ἐτῶν διελθόντων. Ἀλλ' ὁ τῶν ὅλων Θεὸς τὸν προφήτην παρηγγύησε πρὸς τὸν Ἀνανίαν εἰπεῖν· "Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντὶ τούτων σιδηροῦς κλοιούς." Τὸν ζυγὸν δὲ τῶν Βα βυλωνίων σιδηροῦν ὀνομάζει, ὡς βαρυτέρας διὰ τὴν ἀπείθειαν ἐσομένης τῆς τιμωρίας. Εἶτα δυσχεράνας ὁ προφήτης, ὡς ἀκριβῶς μεμαθηκὼς Ἀνανίου τὴν ψευδῆ χρησμολογίαν, ἔφη πρὸς αὐτόν· "Ἄκουσον δὴ, Ἀνανία, οὐκ ἀπέστειλέ σε Κύριος, καὶ σὺ πεποι θέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκοις." Προ λέγει δὲ αὐτοῦ καὶ τὴν ἐντὸς ὀλίγων μηνῶν τελευτήν. "Ὅτι ἔκκλισιν, φησὶν, ἐλάλησας πρὸς τὸν Κύριον." Ἀντὶ τοῦ, Παρεσκεύασας τὸν λαὸν ἀπὸ τῶν θείων λογίων ἐκκλῖναι, καὶ τῇ σῇ ψευδολογίᾳ πιστεῦσαι. Εἶτα διηγήσατο καὶ τοῦ ψευδοπροφήτου τὸν θάνατον, καὶ τῆς θείας μακροθυμίας τὴν ἀμετρίαν· οὐ γὰρ εὐθὺς αὐτὸν ἐστέρησε τῆς ζωῆς, ἀναμένων τὴν μεταμέλειαν· ἐπιμείναντα μὲν τῇ πονηρίᾳ, μετὰ μῆνας ἑπτὰ θανάτῳ παρέδωκεν. ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Ἐντεῦθεν εἰς ἕτερον μεταβαίνει διήγημα, καὶ δι δάσκει ὡς ἐπέστειλε, τοῦ Θεοῦ βουλεύσαντος, τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, μετὰ τὴν Ἰεχονίου τοῦ βασιλέως αἰχμαλωσίαν. Λέγει καὶ τὰς προσηγορίας τῶν ἀποκομισάντων τὰ γράμματα. Περιεῖχε δὲ ταῦτα, ὡς ὁ τῶν ὅλων Θεὸς τοῖς αἰχμαλώτοις ἤδη γεγενημέ νοις κελεύει, καὶ παιδοποιῆσαι, καὶ δείμασθαι οἰκίας, 81.649 καὶ κατεγγυῆσαι τὰς θυγατέρας ἀνδράσι, καὶ γυναῖ κας ἀγαγεῖν τοῖς υἱέσι, καὶ φροντίσαι τῆς αὔξης τοῦ γένους, καὶ ὑπὲρ τῶν ἀνδραποδισάντων προσεύξα σθαι. "Ὅτι ἐν τῇ εἰρήνῃ αὐτῶν, φησὶν, ἔσται ὑμῖν εἰρήνη." Τούτῳ συμβαίνει τῷ λόγῳ καὶ ἡ τοῦ Ἀπο στόλου νομοθεσία, παρεγγυῶσα "ποιεῖσθαι προσ ευχὰς καὶ ἐντεύξεις, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν τῇ ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι." Ταῦτα μέντοι γενέσθαι προσέταξεν ὁ τῶν ὅλων Θεὸς, διδάσκων αὐτοὺς τοῖς ψευδοπροφήταις μὴ πεί θεσθαι, ἀλλὰ τὸν ὡρισμένον ἀναμεῖναι χρόνον· τοῦτο γὰρ διὰ τῶν ἑξῆς δεδήλωκε, λέγων· "Μὴ ἀναπειθέ τωσαν ὑμᾶς οἱ ψευδοπροφῆται ὑμῶν οἱ ἐν ὑμῖν, καὶ μὴ ἀπατάτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν. Καὶ μὴ ἀκούετε τῶν ἐνυπνίων ὑμῶν, ὧν ὑμεῖς ἐνυπνιά ζεσθε." θʹ. Ὅτι ἄδικα οὗτοι προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου· οὐκ ἀπέστειλα αὐτοὺς, φησὶ Κύριος. ∆ιδάσκει δὲ καὶ τὸν τῆς ἐπανόδου καιρόν· τῶν γὰρ ἑβδομήκοντα, φησὶ, πληρουμένων ἐτῶν ἐπι σκέψομαι ὑμᾶς, καὶ τὰς ἀγαθὰς ἐπαγγελίας