1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

70

καὶ τὸ ὑπὲρ τὴν ἰσχύν σου φρόνημα· ἀπαριθμεῖται δὲ καὶ τὰς πόλεις, αἳ πάλαι ἦσαν λαμπραὶ καὶ ἐπί σημοι, καὶ διδάσκει τὴν τῆς εὐπραξίας μεταβολήν· δείκνυσι δὲ καὶ τὴν αἰτίαν. κϛʹ. Μεθύσατε γὰρ αὐτὸν, φησὶν, ὅτι ἐπὶ τὸν Κύ ριον ἐμεγαλύνθη. Μαθόντες γὰρ Μωαβῖται τὰ Ἰου δαίοις συμβάντα ἐπετώθαζον ἀσθένειαν κατηγοροῦντες τοῦ τῶν ὅλων Θεοῦ. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς. "Ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὑτοῦ." Ἀντὶ τοῦ, χορεύων καὶ ἐπιχαίρων. "Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός." Εἶτα σαφέστερον· κζʹ. Καὶ μὴν εἰς γελοιασμόν σοι ἦν Ἰσραήλ· καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν; Τί σε, φησὶν, ἠδικηκότα κατεπολέμεις; Τοιχωρυχοῦντας εὗρες, ἢ λωποδυτοῦντας; "Ἐν αὐτῷ μεταναστεύσεις." Τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀδικίαν· λέγει δὲ αὐτῶν καὶ τὴν φυγήν. κηʹ. Κατέλιπον τὰς πόλεις, καὶ ᾤκησαν πέ τρας οἱ κατοικοῦντες Μωὰβ, ἐγένοντο ὡς περι στεραὶ νοσσεύουσαι ἐν πέτραις, στόματι βοθύνου. Τὰ γὰρ ἐν ταῖς ἀκρωρείαις κατέλαβον σπήλαια, τῶν πολεμίων οὐκ ἐνεγκόντες τὴν προσβολήν. Καλεῖ δὲ αὐτὸν καὶ ὑβριστὴν, καὶ ἀλαζόνα, καὶ ὑπερήφανον. "Καὶ τούτων, φησὶν, αὐτόπτης ἐγενόμην ἐγώ." Καὶ διδάσκων, ὡς ἤλεγξε τῶν ἔργων ἡ πεῖρα τῶν λόγων τὸν ὄγκον, ἐπήγαγεν. λʹ. Οὐχὶ κατὰ τὸ ἱκανὸν αὐτοῦ οὕτως βρα 81.724 χίονες αὐτοῦ; οὐχ οὕτως ἐποίησε. Πρὸ τοῦ πολέμου γὰρ ἀλαζονευόμενος, καὶ ἀπειλῶν ἀριστεύειν, ἰδὼν τοὺς πολεμίους ἀπέδρα. Τὸ δὲ, "κειράδας αὐ χμοῦ," ὁ Σύρος οὕτως ἡρμήνευσε· "Κεφαλαὶ αὐ τῶν κεκαρμέναι, καὶ οἱ πώγωνες αὐτῶν ἐξυρημέ νοι." Αἰχμαλώτων δὲ τοῦτο τὸ σχῆμα· δηλοῖ δὲ καὶ ὁ προφητικὸς λόγος ἐπὶ Μωάβ· λαʹ. Ὀλολύζετε ἐπ' ἄνδρας τείχους, κειρά δας αὐχμοῦ. Τουτέστι, τοὺς πάλαι μὲν τείχεσι κε χρημένους καὶ περιβόλοις, νῦν δὲ ἀποκειραμένους τὴν προτέραν εὐημερίαν, καὶ αὐχμὸν περικει μένους. λβʹ. Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι. Ἱστορίας τινὸς ἀνέμνησε, δεδήλωκε δὲ τὴν τοῦ θρή νου ὑπερβολήν. "Ἄμπελος Σεβαμὰ, κλήματά σου διῆλθε θάλασσαν." Εὔοινος ἦν αὐτὴ καὶ πολύοινος. Ἀπεικάζει τοίνυν θαλάττῃ τῆς ἀμπέλου τὸ πλῆθος. Λέγει δὲ ταύτης διαχθῆναι τὴν γῆν, καὶ διαφθαρῆναι τὴν ἄμπελον. λγʹ. Οἶνος ἦν, φησὶν, ἐν ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν. Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσεν· "Οὐκέτι δὲ ληνοβατοῦντες λέγοντες, Ἰὰ, ἰά." Καὶ διαφόρως τὰ αὐτὰ εἰρηκὼς, ἡρμήνευσε τὸ "κειράδας αὐ χμοῦ." λζʹ, ληʹ. Πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρή σονται, καὶ πᾶς πώγων ξυρηθήσεται· καὶ πᾶσαι αἱ χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκ κος. Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ, καὶ ἐν ταῖς πλατείαις αὐτῆς κοπετός. ∆ιὰ πάντων δὲ τούτων τὸ μέγεθος διδάσκει τῆς συμφορᾶς. "Ὅτι συνέτριψα τὸν Μωὰβ, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, φησὶν ὁ Κύριος." Ἔδειξεν αὐτοῦ τὸ παντελῶς ἄχρηστον· δείκνυσι δὲ σαφῶς καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀξύτητα. μʹ. Τάδε λέγει Κύριος· Ἰδοὺ ὡς ἀετὸς ὁρ μήσει, καὶ ἐκπετάσει τὰς πτέρυγας αὑτοῦ ἐπὶ Μωάβ. Καὶ ὁ θεσπέσιος Ἐζεκιὴλ ἀετῷ τὸν Ναβου-χοδονόσορ ἀπεικάζει· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τῶν πτηνῶν ἁπάντων ὀξύτατόν τε καὶ δυνατώτατον. Προλέγει καὶ τοῦ Μωὰβ τὴν δειλίαν, καὶ ἀπει κάζει αὐτοῦ τὴν καρδίαν γυναικὸς ὠδινούσης καρ δίᾳ· διδάσκει δὲ αὐτοῦ καὶ τὴν ἀσέβειαν. 81.725 μβʹ. Ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη. Προλέγει καὶ τὰ ἐπάλληλα κακά. μγʹ, μδʹ. Φόβος καὶ βόθυνος, καὶ παγὶς ἐπὶ σὲ τὸν καθήμενον ἐν Μωὰβ, φησὶ Κύριος. Ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλληφθήσεται ἐν τῇ παγίδι. ∆ηλοῖ δὲ διὰ τούτων, ὡς καὶ οἱ φυγῇ χρησάμενοι ἡλώθησαν, καὶ οἷς οὐκ ἤθελον περιέπεσον. "Ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ, ὡς ἐν ἐνιαυτῷ, ᾧ ἐπισκέψομαι αὐτὴν, φησὶ Κύριος." Ἐνιαυτὸν τὸν καιρὸν καλεῖ· ὅταν, φησὶ, δοκιμάσω τιμωρήσασθαι αὐτοὺς, τούτοις αὐτοὺς περιβαλῶ τοῖς κακοῖς. Προθεσπίζει δὲ αὐτῶν καὶ τὸν ἐμφύλιον πόλεμον. μεʹ. Ὅτι πῦρ