1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

12

τοξο τῶν εἰς φυγὴν ἐτρέποντο πάντες, καὶ οἱ μὲν εἰς τὰ ὄρη, οἱ δὲ εἰς τὰ ἄλση θαῤῥεῖν ἐπειράθησαν· πολ λοὶ δὲ καὶ τὰς πόλεις καταλιπόντες, τὰς τῶν ὀρῶν κατέλαβον κορυφάς. Εἶτα πρὸς τὴν Ἱερουσαλήμ· λʹ. Καὶ σὺ, ἡ ταλαίπωρος, τί ποιήσεις; Ἀντὶ τοῦ, Ποῦ φεύξῃ; ποῖον καταλήψῃ τόπον; "Ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ· καὶ ἐὰν χρίσῃ στίβῃ τοὺς ὀφθαλμούς σου, εἰς μά την ἐγένετο ὁ ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου· τὴν ψυχήν σου ζητοῦσιν." Εἰώθεισαν ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπίζεσθαι· ἐκείνου αὐ τοὺς ἀναμιμνήσκει τοῦ κόσμου, καὶ διδάσκει ὡς ἀκερδῆ πάντα ἐκεῖνα καὶ ἐπιζήμια. Οὐδεμιᾶς γὰρ παρὰ τῶν δαιμόνων ἀπελαύσαντο συμμαχίας, μᾶλ λον δὲ τούτων αὐτοῖς τῶν κακῶν γεγένηνται πρόξενοι. λαʹ. Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα· τοὺς στεναγμούς σου, ὡς πρωτοτοκούσης. Παρέστησε διὰ τῆς εἰκόνος τῆς ὀδύνης τὸ μέτρον. "Οἴ μοι, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις." Νό μον θεῖον πληροῖ, "Κλαίειν μετὰ κλαιόντων," καὶ τοῖς τιμωρουμένοις συνοδυνώμενος. Ἡμεῖς δὲ ἐνταῦθα διαναπαύσαντες, παρακαλοῦμεν τοὺς ἐντευξομένους τῇ βίβλῳ, φυγεῖν μὲν τὴν τῶν δαιμόνων ἀπάτην, διὰ πάντων δὲ τὸν Θεὸν θεραπεῦσαι. Οὕτω γὰρ δυ νησόμεθα, καὶ κατὰ τὸν παρόντα βίον τῆς παρ' αὐτοῦ προνοίας ἀπολαῦσαι, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Β. ΚΕΦΑΛ. Εʹ. αʹ. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλα τείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα ἐν αὐτῇ· ἐὰν εὑρεθῇ τις ποιῶν κρῖμα, καὶ ζητῶν τὴν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. Ἀνυπέρ βλητος καὶ ἡ ἐκείνων ἀσέβεια, καὶ ἡ τοῦ ∆εσπότου φιλανθρωπία· οἱ μὲν γὰρ ὁμοθυμαδὸν εἰς παρα νομίαν· ὁ δὲ καὶ δι' ἑνὸς κατὰ νόμον πολιτευομένου συγγνώμην ἅπασιν ἐπαγγέλλεται· τὸ μέντοι, "Ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε," ἀντὶ τοῦ, Μετὰ πάσης ἀκριβείας ἐρευνήσατε. βʹ. Ζῇ Κύριος, λέγουσιν, ὅμως δὲ ἐπὶ ψεύ δεσιν ὀμνύουσιν. Οὐδὲ γὰρ ἐν τοῖς πρόσθεν εἰρη μένοις μεταθεῖναι τὸν ὅρκον εἰς αὐτὸν ἁπλῶς παρηγγύησεν, ἀλλὰ μετὰ ἀληθείας ὀμόσαι. Εἶτα ὁ προφήτης· γʹ. Καὶ οἱ ὀφθαλμοί σου εἰς πίστιν. Τουτέστι, Μαρτυρεῖς οἷς λέγω. Ἐφορᾷς γὰρ πάντα. "Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐ τοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν." Τὸ μὲν πρότερον τὴν σύμμετρον παιδείαν δηλοῖ· τὸ δὲ, "συν ετέλεσας," τὴν ἐπιτεταμένην· ἀλλ' ὅμως οὐδὲν αὐ τοὺς ὤνησε διὰ τὴν ἀτεράμονα γνώμην· τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει· "Ἐστερέωσαν τὸ πρόσωπον αὑ τῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι." Τὴν ἀναίδειαν αὐτῶν, καὶ ἀπείθειαν διὰ τούτων δηλοῖ. δʹ, εʹ. Καὶ ἐγὼ εἶπον· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἠδυνήθησαν, καὶ οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ αὑτῶν. Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς· ὅτι αὐτοὶ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ. Ἁδροὺς ἐκάλεσε τοὺς ἱερέας καὶ τοὺς νομοδιδασκάλους· πτωχοὺς δὲ τοὺς ἄλλους, ὡς τῆς θείας γνώσεως τὸν πλοῦτον οὐ κεκτημένους· ἀμφοτέρων μέντοι παρανομίαν κατ ηγορεῖ· τοῦτο γὰρ ἐπάγει· "Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς." Ταῦτα οὐχ ἁπλῶς εἴρηκεν ὁ προφήτης· ἀλλ' ἐπειδὴ ὑπέσχετο ὁ ∆εσπότης φιλανθρωπίαν, ἕνα γοῦν εἰ εὕρῃ ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, διδάσκει ὡς ἐπεζήτησε μὲν, ὡς προσετάχθη, πάντας δὲ εὗρε