1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

10

ὡς εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἱερουσαλήμ· τούτων γὰρ εὐσεβούντων, πολλοὶ τῶν πλησιοχώρων μετεμάνθανον τὴν εὐσέβειαν. Ἐντεῦθεν ἀπὸ τοῦ Ἰσραὴλ ἐπὶ τὸν Ἰούδα μεταφέρειτὸν λόγον, καί φησι· γʹ. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπεί ρητε ἐπ' ἀκάνθαις. Γεωργήσατε, φησὶ, τὰς ὑμετέ ρας ψυχάς· πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην. Ταῦτα γὰρ ἀκάνθας καλεῖ. δʹ. Περιτμήθητε τῷ Θεῷ ὑμῶν. Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή. "Καὶ περιτέμνεσθε 81.528 τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοιςγέγραφεν· "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομὴ, ἀλλ' ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύ ματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ." Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· "Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ· μήποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσε ται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν." Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελούμενοι· ὑμῶν δὲ μεταμελείᾳ μὴ κεχρημένων, οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας. ∆εδιττόμενος δὲ αὐτοὺς παρακελεύεται εἰπεῖν τῇ Ἱερουσαλὴμ, καὶ πάσῃ τῇ Ἰουδαίᾳ φυλῇ, ὥστε σαλπίσαι, καὶ σημᾶναι πᾶσι τῶν πολεμίων τὴν προσ βολὴν, ἵνα εἰς τὰς τετειχισμένας καταφύγωσι πόλεις, διαφερόντως δὲ εἰς Σιὼν, ὡς ὀχυρωτέραν· καὶ κατ επείγει, λέγων· ϛʹ. Σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴν μεγάλην. Λέγει δὲ ταῦτα παραβολικώτερον· καὶ καλεῖ λέοντα τὸν Να βουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα· ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι. ηʹ. Τούτου δὴ χάριν, περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ὀλολύξατε, ὅτι οὐκ ἀπεστράφη ὁ θυμὸς τῆς ὀργῆς Κυρίου ἀφ' ὑμῶν. Προλέγει δὲ καὶ τὴν τοῦ βασιλέως δειλίαν, τοῦ τε Ἰωακεὶμ, καὶ τοῦ Ἰεχωνίου μετ' ἐκεῖνον, καὶ τελευταίου τοῦ Σεδεκίου. Προλέγει καὶ τῶν ἀρχόντων καὶ ἱερέων τὸ δέος. Καὶ μετὰ ταῦτα πρὸς τὸν ∆εσπότην ὁ προφή της φησί· ιʹ. Ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦ Θεοῦ καὶ τὴν Ἱερουσαλὴμ, λέγων, Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῶν ψυχῶν αὐ τῶν; Ταῦτα οὐκ ἀληθῶς ὁ προφήτης ἔφη, ἀλλ' ἐπειδὴ οἱ ψευδοπροφῆται εἰρήνην ὑπισχνοῦντο, τὸν Θεὸν ταύτην ἐπαγγέλλεσθαι λέγοντες, τὴν ἐκείνων ἐλέγχων ψευδολογίαν, τούτοις τοῖς λόγοις ἐχρήσατο ιαʹ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ, καὶ τῇ Ἱερουσαλὴμ, ὡς πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν, οὐδὲ εἰς ἅγιον. 81.529 ιβʹ. Πνεῦμα πληρώσεως ἀπὸ τούτων ἥξει μοι. ∆ι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας, κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανή σεως ἦν τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον, οὐ καθαρὸν, οὐδὲ ἅγιον, οὐδὲ πνεῦμα πληρώσεως, ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς Τριάδος· ἀφ' ὧν ἦλθέ μοι τὰ παρόντα κακά. "Νῦν δὲ ἐγὼ λαλήσω κρίματά μου πρὸς αὐτούς." Τουτέστιν, Ἃς δικαίως αὐτοῖς ἐπάξω συμφοράς. Καὶ καταλέγει ταύτας, νεφέλῃ μὲν ἀπεικάζων καὶ καταιγίδι τὰ ἅρματα, ἀετοῖς δὲ τὴν τῶν ἵππων ὀξύτητα. Προλέγει καὶ τὸν ἐσόμενον θρῆνον· "Οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν." Καὶ μετὰ ταῦτα συμβουλεύει τῇ μεταμελείᾳ τὴν σω τηρίαν καρπώσασθαι. ιδʹ. Ἀπόπλυνε γὰρ, φησὶ, ἀπὸ κακίας τὴν καρ δίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πονηροί σου; Ἡ γὰρ τῶν λογισμῶν πονηρία τούτων σοι τῶν κακῶν γεγένηται πρόξενος. ιεʹ. ∆ιότι φωνὴ ἀναγγέλλοντος ἐκ ∆ὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραΐμ. ∆ὰν ἡ νῦν