1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

94

ἀκαθάρτων. Ἀκαθάρτους ἐκάλουν ἡμᾶς. Εἶτα δείξας, τίνας ὀνομάζει ἀκαθάρτους, ἀνέλαβε τὸ ῥητὸν, καί φησιν· "Ἀπόστητε ἀπὸ ἀκαθάρτων· ἀπόστητε, μὴ ἐγγίσητε αὐτοῖς, ὅτι παρώξυναν," τουτέστι, τὸν Θεόν. "Καὶ ἀνήφθησαν, καί γε ἐσαλεύθησαν." Ἐγυμνώθησαν, φησὶ, διὰ τὴν παρανομίαν τῆς θείας ἐπικουρίας. "Εἴπατε ἐν τοῖς ἔθνεσιν, Οὐ μὴ προσθῶσι τοῦ παροικεῖν πρὸ προσώπου Κυρίου." Παντελῶς, φησὶν, ἡμᾶς ἀπηγόρευσεν. ιζʹ. Οἱ ὀφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν ἐξέλιπον, μάταια σκοπούντων ἡμῶν· ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον. Τῇ γὰρ Αἰγυπτίων 81.804 ἐπικουρίᾳ θαῤῥήσαντες, ἐψεύσθημεν τῆς ἐλπίδος. Εἶτα τὴν τῶν πολεμίων ὠμότητα δείκνυσιν· οὔτε γὰρ γῆρας φειδοῦς, οὔτε μὴν αἰδοῦς ἱερωσύνην ἠξίωσαν. ιηʹ. Ἐθηρεύσαμεν μικροὺς ἡμῶν, τοῦ μὴ εἰσπορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν. Ὁ δὲ Σύρος "ἐθήρευσαν" ἡρμήνευσεν· καὶ ἔχει τὸ ἀκόλουθον λόγος· οἱ γὰρ πολέμιοι μετὰ τῶν γεγηρακότων καὶ τοὺς νέους ἐθήρευσαν. Ταῦτα δὲ, φησὶν, ὑπεμείναμεν, "ὅτι ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπλη-ρώθησαν αἱ ἡμέραι ἡμῶν." Ἔδειξεν ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ μακροθυμεῖ καὶ κολάζει. Ὅταν γὰρ τῇ μακροθυμίᾳ χρησάμενος καταφρονοῦντας θεάσηται, τὴν τιμωρίαν ἐπιφέρει, ἵνα παύσῃ τὴν ἁμαρτίαν. Εἶτα διδάσκει, ὡς ἡ τῶν πολεμίων ταχύτης ἐνίκησε καὶ τῶν ἀστῶν τὴν κουφότητα. Προλέγει δὲ τὸ σωτήριον πάθος· κʹ. Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπαμεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίνα καλεῖ Χριστὸν ὁ προφητικὸς λόγος; τίς δὲ τῶν παρ' αὐτοῖς κληθέντων χριστῶν, ἢ βασιλεὺς, ἢ προφήτης, ἢ ἱερεὺς, Κύριος ὠνομάσθη; ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι, καίτοι πολλῇ κεχρημένοι ψευδολογίᾳ. ∆ῆλον τοίνυν, ὡς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν προεθέσπισεν ὁ προφήτης, συλληφθέντα παρ' αὐτῶν διὰ τὴν τῆς ἀσεβείας αὐτῶν διαφθοράν. Τούτους δὲ ἐν τῇ σκιᾷ οἱ προφῆται ζήσεσθαι λέγουσι. Καὶ ἐπίστευον διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν θείων αὐτῶν θεσπισμάτων κηρυττομένων τοῖς ἔθνεσι. Προΐδωμεν δὲ τὰ κατ' αὐτὸν, τοῦ παναγίου ἡμᾶς φωτίσαντος Πνεύματος. "Πνεῦμα, φησὶ, προσώπου ἡμῶν Χριστὸς Κύριος." Ταύτην μέντοι τὴν προφητείαν ὁ προφήτης τοῖς θρήνοις ἐντέθεικε, τοὺς τηνικαῦτα Ἰουδαίους διδάσκων, ὡς διὰ τὸ μηδέπω τεχθῆναι τὴν τούτων ἐλπίδα, φειδοῦς τεύξονται, καὶ τῆς ἀνακλήσεως ἀπολαύσονται, καίτοι μέλλοντες σταυρῷ τὸν τῆς οἰκουμένης παραδώσειν Σωτῆρα. καʹ. Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας, ἡ κατοικοῦσα ἐν γῇ Οὔζ· καί γε ἐπὶ σὲ ἐπελεύσεται, τὸ ποτήριον τοῦ Κυρίου, καὶ πίεσαι, καὶ μεθυσθήσῃ, καὶ ἀποχεεῖς. Ὑπερβολὴν αὐτοῖς κακῶν ὁ προφητικὸς προείρηκε λόγος· τοῦτο γὰρ δηλοῖ τὸ, "μεθυσθήσῃ, καὶ ἀποχεεῖς." Καὶ ὁ θεσπέσιος δὲ ∆αβὶδ περὶ αὐτῶν φησι, "Μνήσθητι, Κύριε τῶν υἱῶν Ἐδὼμ, τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως 81.805 τῶν θεμελίων αὐτῆς." Καὶ γὰρ ἀδελφοὶ ὄντες, καὶ γειτονεύοντες, εἰρηνεύειν μὲν οὐκ ἐβούλοντο, τὸ δὲ προγονικὸν διεφύλαξαν μῖσος. κβʹ. Ἐξέλιπεν ἀνομία σοῦ, θύγατερ Σιών· οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι· ἐπεσκέψατο ἀνομίαν σου, θύγατερ Ἐδὼμ, ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου. Τῇ μὲν Σιὼν προηγόρευσε τὰ χρηστά, τἀναντία δὲ τῇ Ἰδουμαίᾳ· ἐπ' αὐτῆς γὰρ ἔφη τὴν τιμωρίαν χωρήσειν. Ἀληθὲς δὲ καὶ τὸ, "Οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι." Παντελῶς γὰρ οἱ ἀνδραποδίσαντες κατελύθησαν, καὶ ὑπὸ τὴν Περσῶν δυναστείαν ἐγένοντο. Ὁ μὲν οὖν προφήτης τοῦτο τοῖς θρήνοις τὸ τέλος ἐπέθηκεν· ἡμεῖς δὲ τὸν δεδωκότα στόμα ἀνθρώπῳ, καὶ διδάσκοντα ἄνθρωπον γνῶσιν ὑμνοῦμεν, ὅτι καὶ τοῦδε τοῦ προφήτου δήλην τὴν διάνοιαν, ὡς ἦν ἡμῖν ἐφικτὸν, πεποιήκαμεν, καὶ ταῖς ἄλλαις προφητικαῖς βίβλοις προστεθείκαμεν καὶ τήνδε τὴν ἑρμηνείαν, ὡς μηδὲ μίαν διὰ τὴν αὐτοῦ χάριν προφητείαν καταλιπεῖν