1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

68

Αἴγυπτον κατελθοῦσι προεθέσπισεν ὁ προ 81.716 φήτης, ὅτε καὶ τοὺς λίθους κατέκρυψεν ἐν τοῖς προ πυλαίοις τῶν βασιλείων κεʹ. Ἰδοὺ ἐκδικῶ ἐγὼ τὸν Ἀμμῶνα υἱὸν αὐτῆς. Ἀμμῶνα καλοῦσι τὸν ∆ία οἱ Αἰγύπτιοι· ἀφ' οὗ καὶ χώρα Ἀμμωνιακὴ προσηγορεύθη· τούτῳ μέ γιστον κατεσκεύασαν τέμενος. Υἱὸν δὲ αὐτῆς τὸν Ἀμμῶνα ὀνομάζει, ὡς παρ' αὐτῆς θεοποιηθέντα· χειροποίητον γὰρ τὸ ἄγαλμα. Ἀπειλεῖ τοίνυν καὶ τὸν Ἀμμὼν τὸ εἴδωλον παραδώσειν Βαβυλωνίοις, καὶ μέντοι καὶ τοὺς ἄλλους αὐτῶν θεούς· τοῦτο γὰρ λέγει· "Καὶ ἐπὶ Φαραὼ, καὶ ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ ἐπὶ τοὺς βασιλεῖς αὐτῆς· καὶ ἐπὶ Φαραὼ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτόν." Πάντων, φησὶ, κατὰ ταυτὸν περιγενήσονται οἱ πολέμιοι, καὶ τοῦ βασιλέως, καὶ τῶν ἀρχόντων, καὶ τῶν εἰδώλων, καὶ τῶν ἐπι κούρων· παραδοθεῖσα μέντοι τῷ Βαβυλωνίων βασι λεῖ, τὴν προτέραν ἀνακτήσεται δυναστείαν. κϛʹ. Μετὰ ταῦτα γὰρ, φησὶν, ἠρεμήσει κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, λέγει Κύριος. Μετὰ ταῦτα καὶ τῷ Ἰσραὴλ τὰ θυμήρη προλέγει, καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον προθεσπίζει. Προαγορεύει δὲ καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον. κηʹ. Καὶ σὺ γὰρ, φησὶ, μὴ φοβοῦ, παῖς μου Ἰα κὼβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ εἰμὶ ἐγώ· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει, εἰς ὃ εἰσ άξω σε ἐκεῖ. Σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν, καὶ παιδεύσω σε εἰς κρῖμα, καὶ ἀθῶον οὐκ ἀθωώσω σε. Ἰατρικήν σοι παιδείαν ἀνάξω· τοῦτο γὰρ λέ γει, "παιδεύσω σε εἰς κρῖμα, καὶ ἀδέκαστον οὐκ ἐάσω." Τοῦτο γὰρ δηλοῖ, "Καὶ ἀθῶον οὐκ ἀθωώσω σε." ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ. Ἐντεῦθεν ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν προ φητείαν· ἀλλοφύλους δὲ καλεῖ τοὺς τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἄζωτον, καὶ τὴν Γὲθ, καὶ τὴν Ἄκκαρον οἰκοῦντας. Λέγει δὲ γεγενῆσθαι τὴν πρόῤῥησιν πρὸ τοῦ πατάξαι Φαραὼ τὴν Γάζαν, καὶ ἀπεικάζει χειμάῤῥῳ πλημμυροῦντι τῶν Βαβυλω νίων τὴν στρατιάν· ὑπὸ δὲ τούτου κατακλυζομένας τὰς πόλεις, καὶ διαφθειρομένους τοὺς ἐνοικοῦντας, καὶ ὀλολυγῇ χρωμένους, καὶ οὐδὲ τῶν ὅπλων καὶ τῶν ἁρμάτων τὸν κτύπον φέρειν ἀνεχομένους· διδάσκει δὲ, ὅτι καὶ τῆς φύσεως διὰ τὸ δέος ἐπελάθοντο πατέ ρες, καὶ τῶν υἱῶν ἠμέλησαν. "Οὐκ ἐπέστρεψαν γὰρ, φησὶ, πατέρες ἐπὶ υἱοὺς αὑτῶν, ἀπὸ ἐκλύσεως χειρῶν αὑτῶν." δʹ. Ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ, τοῦ ἀπολέσαι πάντας ἀλλοφύλους. Προλέγει δὲ καὶ Τυρίοις καὶ Σιδωνίοις, ὡς εἰς ἐπικουρίαν τούτων ἐληλυθόσι, 81.717 τὸν ὄλεθρον. "Ἀφανιῶ γὰρ, φησὶ, Τύρον, καὶ Σι δῶνα, καὶ τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν· ὅτι ἐξολοθρεύσει Κύριος τοὺς ἀλλοφύλους τοὺς κατα λοίπους τῶν νήσων, καὶ Καππαδοκίας." Καὶ τοὺς ἄλλους προφήτας ἑρμηνεύσαντες, ἐδείξαμεν ὡς ἄπ οικοι Κυπρίων καὶ Καππαδοκῶν ᾤκησαν πάλαι τὴν Παλαιστίνην. εʹ. Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν. Ἀντὶ τοῦ, τῆς πάλαι περιφανείας ἀφαιρεθήσῃ· δηλοῖ δὲ πολλάκις καὶ τὸ πένθος. Ἀπόκειραι γὰρ, φησὶ, τὴν κεφα λήν σου, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον. "Ἀπεῤ ῥίφη Ἀσκάλων, καὶ τὰ λοιπὰ τῶν Ἐνακίμ." Ἀπόγονοι δὲ ἐκείνου τὴν Ἀσκαλωνίαν ᾤκησαν. Ἕως πότε συστραφήσεσθε; (ϛʹ.) Ἕως τίνος κόψει ἡ μάχαιρα τοῦ Κυρίου; "Μάχαιραν Κυ ρίου" τὸν Ναβουχοδονόσορ ἐκάλεσεν· αὐτοῦ γὰρ συγ χωροῦντος, ἐκεῖνα εἰργάζετο, καὶ δι' ἀλλήλων οἱ δυσ σεβεῖς δίκας τῆς ἀσεβείας ἐτίννυον. "Ἀποκατάστηθι εἰς τὸν κολεόν σου· ἀνάπαυσαι, καὶ ἐπάρθητι." Καὶ δεικνὺς τίς ὁ ἐνεργεῖν κελεύσας, ἐπήγαγε· ζʹ. Καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκά λωνα, καὶ ἐπὶ τὰς παραθαλασσίους, καὶ ἐπὶ τὰς καταλοίπους πορευθῆναι. Τῇ μέντοι προσωποποιΐᾳ κέχρηται, σαφέστερον διδάσκων, ὡς οὐκ ἀκυβέρνη τος ἡ κτίσις, ἀλλ' ὁ ταύτης ποιητὴς τοῖς πᾶσιν ἐφ έστηκε, καὶ ποτὲ μὲν αὐτοῖς χορηγεῖ τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ποτὲ δὲ συγχωρεῖ συμφοραῖς περιπίπτειν.