1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

64

τοὺς οἴκους τῶν θεῶν αὐτῶν κατακαύσει ἐν πυρί. ∆ιώνυμος ἦν ἡ πόλις· καὶ γὰρ Ὢν ἐκαλεῖτο, καὶ Ἡλιούπολις. Τοῦτο ἡμᾶς καὶ ἡ Ἔξοδος ἐδίδαξεν· ἔφη γὰρ κεκτικέναι πόλεις τῷ Φαραὼ τοὺς υἱοὺς Ἰσραὴλ, τήν τε Πειθὼ, καὶ Ῥαμεσσῆ, καὶ Ὢν, ἥἐστιν Ἡλιούπολις. Τὸν μέντοι Ναβουχοδονόσορ "δοῦ λον ἑαυτοῦ" καλεῖ ὁ Θεὸς, οὐχὶ ὡς σχέσει ὄντα δοῦλον καὶ διαθέσει, ἀλλ' ὡς φύσει δοῦλον· τοῦ γὰρ ποιητοῦ δοῦλον τὸ ποίημα· διδάσκει δὲ κατὰ ταὐτὸν, ὡς αὐτοῦ συγχωροῦντος ταῦτα ἐποίει. ΚΕΦΑΛ. Μ∆ʹ. Τοῖς μέντοι Ἰουδαίοις καὶ ἀπείθειαν νοσοῦσι πα ραίνεσιν πάλιν ὁ φιλάνθρωπος φέρει ∆εσπότης, διακόνῳ χρώμενος τῷ προφήτῃ. Καὶ πρῶτον μὲν ἀναμιμνήσκει τῶν γεγενημένων ἐν τῇ Ἰουδαίᾳ κα κῶν, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν, εἶτα τού τοις αὐτοῖς ἐπιμέμφεται, ὡς τὰ ὅμοια τολμῶσι, καὶ τὴν θείαν ἐπισπωμένοις ὀργήν. ζʹ, ηʹ. Ἰδοὺ γὰρ, φησὶν, ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ τὰς ψυχὰς ὑμῶν, ἐκκόψαι ὑμῶν ἄνδρα καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα, ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα. Παραπικράναι με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, θυμιᾷν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύ πτῳ οὗ εἰσήλθετε παροικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε, καὶ ἵνα γένησθε εἰς κατάραν, καὶ εἰς ὀνειδι σμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς. Ἀναμιμνήσκει δὲ αὐτοὺς, ὡς ἔναυλον ἔχοντας μνήμην, καὶ τῶν τολ μηθέντων κακῶν ὑπό τε τῶν πατέρων αὐτῶν, καὶ τῶν βασιλέων, καὶ μέντοι καὶ τῶν δυνατῶν· καὶ τῶν διὰ ταῦτα ἐπενεχθεισῶν αὐτοῖς παντοδαπῶν συμ φορῶν. Καὶ τούτοις ἐπιφέρει τὴν ἀπειλὴν, Κύριον ἑαυ τὸν τῶν δυνάμεων ὀνομάζων, καὶ Θεὸν Ἰσραήλ· ἵνα καὶ τὸ μέγεθος τῆς ἐξουσίας ἀκούοντες, καὶ τὴν περὶ τοὺς προγόνους κηδεμονίαν μανθάνοντες, καὶ ἐντραπῶσι καὶ δείσωσιν. "Ἰδοὺ ἐφίστημι τὸ πρόσ ωπον ἐφ' ὑμᾶς εἰς κακά." Ἴδιον τῶν ἀγανα κτούντων βλοσυρὸν μὲν βλέπειν, ἀτενὲς δὲ ἔχειν τὸ ὄμμα, καὶ ἐπὶ πλεῖστον ἐπὶ τοὺς παροξύνοντας ἀποβλέπειν. Ἀπὸ τῶν ἀνθρωπίνων τοίνυν σχηματί ζει τὴν ἀπειλὴν, καί φησιν· "Ἐφίστημι τὸ πρόσ 81.704 ωπόν μου ἐφ' ὑμᾶς εἰς κακὰ τοῦ ἐξολοθρεῦσαι πάντα τὸν Ἰούδαν." Εἶτα λέγει, ὡς λιμῷ καὶ ῥομ φαίᾳ παραδοθήσονται, καὶ παγγενῆ διαφθαρήσονται, καὶ γενήσονται εἰς ὅρκον, καὶ εἰς ἀπώλειαν, καὶ εἰς κατάραν, καὶ εἰς ὀνειδισμὸν, καὶ τὰ αὐτὰ πείσον ται τοῖς ἐν τῇ Ἱερουσαλὴμ πολιορκηθεῖσι. "Τού των μέντοι οὐδεὶς διαφεύξεται, οὐδὲ εἰς τὴν Ἰου δαίαν ἐπανήξει γῆν." Ἀλλὰ τούτων οὐδὲν τοὺς ἀθλίους, καὶ τρισαθλίους ἐξεδειμάτωσεν ἄνδρας. Ἀλλ' ἄντικρυς ἐβόων πάντες, καὶ ἄνδρες, καὶ γυ ναῖκες, διαφερόντως δὲ οἱ Βαβυλώνιοι, "ὅτι. Τῶν σῶν οὐκ ἀνεχόμεθα λόγων." Τὸ δὲ τούτου χαλε πώτερον, ὅτι καὶ θείους τούτους νομίζοντες, ἀντέλε γον προφανῶς. ιϛʹ, ιζʹ. Τὸν λόγον γὰρ, φησὶν, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου. Ὅτι ποιοῦντες ποιήσομεν πάντα λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπον δὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, ἐν πόλεσιν Ἰούδα, καὶ ἐν διόδοις Ἱερουσαλήμ. "Βασίλισσαν οὐρανοῦ" τὴν Ἀφροδίτην καλοῦσι, καὶ οἱ Ἕλληνες αὐτὴν Οὐρανίαν προσαγορεύουσι. Ταῦτα δὲ, φησὶ, ποιοῦντες, εἰς κόρον ἀπελαύσαμεν τῶν ἀγαθῶν· τὴν δὲ ταύτης θεραπείαν καταλιπόντες, καὶ πολέμῳ, καὶ λιμῷ παρεδόθημεν. Εἶτα αἱ γυναῖκες ἀναιδέστερον ἐβόων· ιθʹ. Ὅτι εἰ ἡμεῖς ἐθύομεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ ἐσπένδομεν αὐτῇ σπονδὰς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας, καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς; Ἀσεβὲς μὲν τὸ γεγενημένον, ἀληθὲς δὲ τὸ εἰρημένον· καὶ γὰρ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις ὁ τῶν ὅλων Θεὸς ἔφη, "Ἢ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ τῶν