1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

2

ἐκλογή· προὔλαβε γὰρ ταύτην ἡ γνῶσις. Ἔγνω γὰρ, καὶ τότε ἡγίασεν. Ἐπειδὴ γινώσκει πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ δὲ ἡγίασα, ἀντὶ τοῦ ἀφώρισα τέθεικεν Εἶτα λέγει καὶ τὴν χρείαν, δι' ἣν αὐτὸν ἐξελέξατο. "Προφήτην εἰς ἔθνη τέθει κά σε." Οὐ γὰρ μόνον τὰ Ἰουδαίων, ἀλλὰ καὶ τὰ τῶν ἄλλων ἐθνῶν προθεσπίζει. ϛʹ. Καὶ εἶπον, ὁ ὢν ∆έσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Ἐπ 81.500 έγνω τὸν προσδιαλεγόμενον ὁ προφήτης· οὗ δὴ χά ριν αὐτὸν ἀπὸ τῆς κυριωτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε τοῦ μεγάλου Μωσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ ∆εσπότης· "Ἐγώ εἰμι ὁ ὤν." Μιμεῖται καὶ τὴν Μωσέως εὐ λάβειαν, οὐκ ἀξιόχρεων εἰς προφητείαν εἶναι λέγων τὴν νεότητα. Ἀλλ' ὁ ∆εσπότης αὐτὸν παρεγγυᾷ μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθέν. Ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος. ηʹ. Μὴ φοβηθῇς γὰρ, φησὶν, ἀπὸ προσώπου αὐτῶν· μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν. Εἶτα καὶ τοῦ θάρσους τὴν αἰτίαν διδάσκει· "Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Τοῦτο καὶ τῷ θεσπεσίῳ Μωσῇ εἶπεν ὁ ∆εσπότης Θεός· ἐκείνου γὰρ τὴν διακονίαν δειμαίνοντος, καὶ λέγοντος, "Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φα ραώ;" εἶπεν ὁ ∆εσπότης, "Ὅτι ἔσομαι μετὰ σοῦ." Ταύτην καὶ τοῖς ἱεροῖς ἀποστόλοις τὴν ἐπαγγελίαν ἐχέγγυον ἔδωκε. Μαθητεῦσαι γὰρ αὐτοὺς πάντα τὰ ἔθνη κελεύσας, καὶ προειδὼς, ὡς Θεὸς, ὡς λογι σμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις αὐτῶν, πῶς οἷόν τε ἕνδεκα ἄνδρας πένητας καὶ εὐγλωττίας ἐστερη μένους πᾶσαν τὴν οἰκουμένην μεταβαλεῖν· ἔλυσε τὴν ἀμφιβολίαν, καὶ τὸ δέος ἐξέβαλεν, εἰρηκώς· "Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Τοῦτο καὶ ἐνταῦθα τῷ προ φήτῃ ἔφη, ὅτι "Μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Βεβαιοῖ δὲ τὸν λόγον τὸ ἔργον. θʹ, ιʹ. Ἐξέτεινε γὰρ τὴν χεῖρα αὐτοῦ, φησὶ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ∆ιδάσκει δὲ καὶ τίνες οἱ λόγοι· Ἰδοὺ καθ έστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολλύειν, καὶ καταλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυ τεύειν. Προεθέσπισε γὰρ οὐ μόνον τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἀλλὰ καὶ τὴν ὑπὸ Κύρου παρασχεθεῖ σαν ἐλευθερίαν· προεθέσπισε δὲ καὶ ἄλλοις παμπόλ λοις ἔθνεσιν, οὐ μόνον παντοδαπὰς συμφορὰς, ἀλλὰ καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως τοῦ ∆εσπότου Χρι στοῦ παρασχεθεῖσαν σωτηρίαν. Οὗ δὴ χάριν τὸ μὲν ἐκριζοῦν καὶ καταλύειν ἐπὶ τῶν λυπηρῶν τέθεικε· τὸ δὲ οἰκοδομεῖν καὶ καταφυτεύειν ἐπὶ τῶν ἐναντίων. Μετὰ ταῦτα δείκνυσιν αὐτῷ ῥάβδον καρυΐνην, ἢ, κατὰ τὸν Σύρον καὶ τὸν Ἑβραῖον, ἀμυγδαλίνην. Οὕτω γὰρ καὶ οὗτος κἀκεῖνος τὴν ῥάβδον ὠνόμασαν· καὶ ἐρωτηθέντος καὶ ἀποκρινομένου τοῦ προφήτου, τί τὸ ὀφθέν; εἶπε πρὸς αὐτὸν ὁ ∆εσπότης· 81.501 ιβʹ. Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. Ἐγρήγορ σιν δὲ τὴν ἐπὶ τιμωρίᾳ διανάστασιν, καὶ τὴν μακροθυμίαν ὕπνον καλεῖ. Φησὶ γὰρ ὁ μακάριος ∆αβίδ· "Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε;" καὶ πάλιν· "Καὶ ἐξηγέρθη, ὡς ὁ ὑπνῶν, Κύριος." Ἡ δὲ ἀμυγδαλίνη ῥάβδος τὸ ταχὺ τῆς τιμωρίας αἰνίττεται· πρὸ γὰρ τῶν ἄλλων δένδρων τοῦτο τὸ δένδρον ἀνθεῖ. Κατὰ δὲ τοὺς Ἐβδομήκοντα, οὕτω νοητέον· Ὁ τῆςκαρύας καρπὸς πικρὸν μὲν ἔχει καὶ τραχὺ τὸ κά λυμμα· τὸ δὲ ἐδώδιμον ὑπὸ τοῦτο κεκρυμμένον. Οὕτω καὶ ἡ παιδεία ἀνιαρὰ μὲν ἔχει καὶ ἀλγεινὰ τὰ φαι νόμενα· ὀνησιφόρα δὲ τὰ μετὰ ταῦτα. Εἶτα δεί κνυσιν αὐτῷ καὶ "λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον, αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ·" καλεῖ δὲ λέβητα μὲν τὴν Ἱερουσαλήμ· πῦρ δὲ, τὸν Βα βυλώνιον, ἀπὸ βοῤῥᾶ γὰρ αὐτὸν ὀνομάζει· βόῤῥα θεν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλὼν διάκειται· λέ βητα δὲ τὴν Ἱερουσαλὴμ καὶ ὁ θεσπέσιος Ἰεζεκιὴλ ὀνομάζει· καὶ κρέα τοὺς ἐνοικοῦντας. Εἶτα τὰ παρα βολικῶς εἰρημένα διδάσκει