1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

45

ἀνῃρημένοι κείσονται, καὶ ἀντὶ κόπρου ἐν τῇ γῇ ἔσονται. λδʹ, λεʹ. Ἀλαλάξατε, οἱ ποιμένες, καὶ κεκράξατε, καὶ κόψασθε, οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπλη ρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγὴν, καὶ οἱ σκορπισμοὶ ὑμῶν, καὶ πεσεῖσθε ὡς κριοὶ ἐκλε κτοί. Καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. Ποιμένας τοὺς βασιλέας ἐκάλεσε, πρόβατα δὲ τοὺς ὑπηκόους, κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας· πᾶσι δὲ φυγὴν καὶ μετανάστασιν ἀπειλεῖ. Προλέγει δὲ τοὺς θρήνους, καὶ τῶν βασιλέων, καὶ τῶν ἀρχόντων. 81.641 λζʹ. Ὅτι ἐπαύσατο, φησὶ, τὰ καλὰ τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ Κυρίου. "Τὰ δὲ καλὰ τῆς εἰρήνης," γεωργίαι, φυτουργίαι, ἐμπορίαι, τεχνῶν ἐργασίαι, συμβολαίων ἀντιδόσεις, γάμοι, σύλλογοι, ἑορταὶ, θυμηδίαι, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. ΚΕΦΑΛΑΙΟΝ Κϛςʹ. Μετὰ ταύτην πάλιν ἑτέραν τίθησι προφητείαν, ἣν ἐπὶ τοῦ βασιλέως Ἰωακεὶμ προσενεγκεῖν τῷ λαῷ προσετάχθη. Προσετάχθη δὲ ἐν τῇ αὐλῇ τῇ θείᾳ στῆ ναι, καὶ τῷ λαῷ χρησμῳδῆσαι, καὶ πάντας τοὺς θείους διαπορθμεῦσαι λόγους. "Μὴ ἀφέλῃς γὰρ, φησὶ, ῥῆμα." Εἶτα τὴν αἰτίαν τοῦ ἐσομένου διδά σκει. γʹ. Ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν λογίζομαι ἐγὼ τοῦ ποιῆσαι αὐτοῖς, ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευ μάτων αὐτῶν. Τὸ ἴσως οὐχ ὡς ἀγνοῶν εἴρηκεν· ᾔδει γὰρ αὐτῶν τὸ ἀπειθές· ἀλλὰ τέθεικε τὴν ἀμ φιβολίαν, ἵνα μὴ τῇ ἀποφάσει τῇ θείᾳ προσέχοντες, ἀπαγορεύσωσι τὴν σωτηρίαν· τούτῳ ἔοικε καὶ τὸ διὰ τοῦ Ἐζεκιὴλ εἰρημένον· "Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσιν." Οὐ γὰρ ἐκεῖνο ἀγνοίας· ἀλλ' ἵνα μὴ λέγωσι, Προείρηκεν ἡμῶν τὴν ἀπείθειαν, ἀψευ δὴς δέ ἐστι, πῶς οἷόν τε τοίνυν ἡμᾶς μεταβληθῆναι; διδάσκει δὲ διὰ τῶν εἰρημένων, ὅτι δυνατὸν, ἂν θελήσωσι, δέξασθαι τοῦ τρόπου μεταβολήν. Τούτου χάριν καὶ τὴν ἀπειλὴν προστίθησιν· "Ὅτι ἐὰν μὴ ἀκούσητε τῶν λόγων μου, οὓς διὰ τῶν προφητῶν ὑμῖν προσφέρω." ϛʹ. ∆ώσω τὸν οἶκον τοῦτον, ὥσπερ τὴν Σηλώ· καὶ τὴν πόλιν δώσω ταύτην εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς. Τούτων ἀκούσαντες οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς, θάνατον ἀπ ειλοῦσι τῷ προφήτῃ· πυθόμενοι δὲ οἱ ἄρχοντες, ἔδραμον ἐκ τῶν βασιλείων εἰς τὸν θεῖον νεών· τῶν δέ γε ἱερέων σὺν τοῖς ψευδοπροφήταις βλασφημίας τὸν προφήτην γραψαμένων, ὡς κατὰ τῆς πόλεως καὶ τοῦ θείου νεὼ τὴν πρόῤῥησιν ποιησάμενον, εἶπεν ὁ προφήτης, παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπεστάλθαι, καὶ θείους εἶναι χρησμοὺς τοὺς παρ' αὐτοῦ προ φερομένους λόγους· προσφέρει δὲ αὐτοῖς καὶ παρ αίνεσιν· ιγʹ. Βελτίους γὰρ, φησὶ, ποιήσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἔργα ὑμῶν. Ἀκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ' ὑμᾶς. Εἰ δὲ ἀπειθεῖτε, καὶ τῇ συνήθει χρῆσθε γνώμῃ· 81.644 ιδʹ. Ἰδοὺ ἐγώ εἰμι ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι, ὡς συμφέρει, καὶ ὃ βέλτιον ὑμῖν φαίνεται. Εἶτα τῆς μιαιφονίας ὑποδείκνυσι τὸν καρπόν. ιεʹ. Ἀλλ' ἢ γνόντες γνώσεσθε, εἰ ἀναιρεῖτέ με, ὅτι αἷμα ἀθῶον ὑμεῖς δίδοτε ἐφ' ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην. Προσταχθεὶς γὰρ, φησὶ, ὑπὸ τοῦ Θεοῦ τοὺς λόγους τούτους ἐποιησάμην. Τού των ἀκούοντες καὶ οἱ ἄρχοντες, καὶ ὁ λαὸς, τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν τὴν ἄδικον ἐλέγχουσι ψῆφον, ἀθῶον εἶναι φήσαντες τὸν προφήτην, ὡς τοῖς θείοις λόγοις διακονήσαντα. Εἶτά τινες τῶν γεραιο τέρων παλαιᾶς αὐτοὺς ἀναμιμνήσκουσι προφητείας, καί φασι Μιχαίαν τὸν Μωραθίτην προφητεῦσαί ποτε, ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερου σαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ἔσται ὡς ἄλσος δρυμοῦ· καὶ ταῦτα εἰρηκότα μηδὲν πεπονθέναι δεινόν. Τοὐναντίον γὰρ, τὴν