1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

29

τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματι σθῆναι τὰς πτέρνας σου. Καταισχύνει τοὺς τοῦτο ὑπομένοντας ἡ τοιαύτη γύμνωσις. Λέγει τοίνυν, Ὅτι ἐγυμνώθης, οὐ τὰ πλημμελήματα καὶ ταύτας σοι τὰς συμφορὰς ἀπεκύησεν; κγʹ. Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς, καὶ ὑμεῖς δυνή σεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά. Ἀληθὴς ἄρα ὁ λόγος, ὅτι τὸ ἔθος δευτέρα φύσις. Τοῖς γὰρ φυσικοῖς τὰ γνωμικὰ τῷ μακρῷ ἔθει πάντα συν έκρινα. Τούτου χάριν ἀπειλεῖ φρυγάνων δίκην αὐ τοὺς διασκεδάσειν ὑπὸ λαίλαπος τῇδε κἀκεῖσε περι 81.589 φερομένων. Λέγει δὲ καὶ τῶν ἁμαρτημάτων αὐτῆς τὸ πλῆθος, ἀκολασίαν, καὶ θρασύτητα, καὶ εἰδώλων λατρείαν· ἀπαλλοτρίωσιν γὰρ πορνείας αὐτὴν καλεῖ· ὅθεν ἐπήγαγεν· "Ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου." Εἶτα θρηνητι κῶς, "Οὐαί σοι, Ἱερουσαλὴμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου! ἕως τίνος ἔτι;" Πολλὰς γὰρ παρανομίας τολμήσασα μεταμελείᾳ χρήσασθαι οὐκ ἠθέλησας· ἐγὼ δὲ οὐκέτι μακροθυμήσω· ἀλλὰ τὴν τιμωρίαν ἐπάξω. Ἄμεινον μὲν οὖν κατὰ τοὺς θείους πολιτεύε σθαι νόμους· ἐπειδὴ δὲ ἀνθρώπους ὄντας καὶ πταίειν εἰκὸς, κεχρῆσθαι προσήκει τοῖς τῆς μεταμελείας φαρμάκοις, καὶ διὰ τούτων τὸν κριτὴν ἱλεοῦσθαι, καὶ τῶν ἠπειλημένων κολάσεων τὴν πεῖραν διαφυγεῖν. Ὧν καὶ ἡμεῖς ἀπείρατοι διαμείναιμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ∆ʹ ΚΕΦΑΛ. Ι∆ʹ. αʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας. Παντοδαπὰς αὐτοῖς ἐπιφέρει παιδείας, ἵνα τῆς πονηρίας ἀνακόψῃ τὸν δρόμον. ∆ιηγεῖται δὲ ὁ προφήτης τοὺς θρήνους, καὶ τὰς ὀλο φύρσεις, τὰς δι' ἀνομβρίαν γεγενημένας. Λέγει γὰρ ἐπιλελοιπέναι καὶ τὰς πηγὰς, καὶ τὰ φρέατα, καὶ τὰ ἐκ τῶν ὄμβρων συστήματα· ἠκολούθησε δὲ καὶ ἡ τῆς γῆς ἀκαρπία, καὶ τὰ κτήνη δὲ οὐ τὰ ἥμερα μόνον, ἀλλὰ καὶ τὰ ἄγρια, τοῦ πάθους μετέλα χεν. εʹ, ϛʹ. Ἔλαφοι γὰρ, φησὶν, ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δρά κων. Τοῦτο δὲ καὶ ἄνθρωποι ποιοῦσι διψῶντες, ταῖς τῶν ἀνέμων αὔραις τὸ θερμὸν καταψύχοντες. Εἶτα ὁ προφήτης ἱκετείαν προσφέρει, καὶ τῶν κοινῶν ἁμαρτημάτων ἀναμιμνήσκεται, καὶ ταύτῃ τὸν Θεὸν ἱλεοῦται. "Σοὶ γὰρ, φησὶν, ἡμάρτομεν." ηʹ. Ὑπομονὴ Ἰσραὴλ, σώζεις ἐν καιρῷ κα-κῶν. Παρὰ σοῦ γὰρ τὸν ἔλεον προσμένομεν ἅπαντες. 81.592 "Ἱνατί ἐγενήθης ὡς πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;" Τὸ "ὡς αὐτό χθων," ὁ Σύρος, "ὡς ὁδίτης," ἡρμήνευσε. Τί δή ποτε, φησὶ, παρορᾷς ἡμᾶς καὶ ἔοικας παροίκῳ κα ταφρονοῦντι τῶν οἰκημάτων, ὡς ἀλλοτρίων, ἐν οἷς οἰκεῖ, καὶ ὁδίτῃ παριόντι, καὶ τῶν κατὰ τὴν ὁδὸν οὐκ ἐπιμελουμένῳ; θʹ. Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν, καὶ ἀνὴρ οὐ δυνάμενος σώζειν; Οὔτε ὁ καθεύδων τῶν παρακαλούντων ἀκούει, καὶ ὁ ἀσθενείᾳ συνεζευγμέ νος ἐπαμύνειν οὐ δύναται. Ἀντὶ τοῦ· Μὴ ἀναβάλλῃ τὸν ἔλεον· καὶ γὰρ δύνασαι, καὶ ἐγρήγορας, καὶ παν ταχοῦ πάρει, καὶ τοῖς πᾶσι παρίστασαι. Τοῦτο γὰρ ἐπήγαγε· "Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν." Τίθησι δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀπό κρισιν· ιʹ. Ἠγάπησαν κινεῖν πόδας αὑτῶν, καὶ οὐκ ἐφείσαντο. Τουτέστιν εἰς τὴν τῆς πονηρίας ὁδόν· τοῦτο γὰρ διδάσκει καὶ τὰ ἐπιφερόμενα. "Καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς." Λέγει δὲ ὅτι καὶ τῶν ἀδικιῶν αὐτῶν τὴν μνήμην ποιήσεται, καὶ δίκας αὐ τοὺς ὧν ἠσέβησαν πράξεται. Παρεγγυᾷ δὲ καὶ τῷ προφήτῃ, τὰς ὑπὲρ αὐτῶν προσευχὰς μὴ