1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

22

ἄργυρος· ἀμέλει καὶ νῦν οἱ φιλό πλουτοι τὸν Ἄφρον ἐπιζητοῦσι. Ταῦτα τοίνυν τοιαύ την ἔχοντα τὴν φύσιν οὐ δίκαιον εὐλαβεῖσθαι· ὠφε λεῖν γὰρ ἢ βλάπτειν οὐ δύνανται. Οὕτω καταγέλα στα δείξας ὁ προφήτης τὰ εἴδωλα, ὕμνον ὑφαίνει τῷ τῶν ὅλων Θεῷ. "Πόθεν ὅμοιός σοι, Κύριε; Μέγας εἶ σὺ, καὶ μέγα τὸ ὄνομά σου ἐν δυνάμει." ζʹ. Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν; Κατέλυσεν ἐνταῦθα τῶν Ἰουδαίων τὸ φρόνημα. Οὐ γὰρ εἶπε· Μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἀλλὰ βασιλέα τῶν ἐθνῶν ἁπάντων ὠνόμασε τὸν τῶν ὅλων Θεὸν, τὴν ἐσομένην τοῖς ἔθνεσι θεογνωσίαν προ λέγων. "Ὅτι ἐν πᾶσι τοῖς σοφοῖς τῶν ἐθνῶν, καὶ ἐν πάσαις ταῖς βασιλείαις αὐτῶν, πόθεν ὅμοιός σοι, Κύριε;" Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας. Καὶ ἐπανέρχεται πάλιν εἰς τὸν τοῦ Θεοῦ ὕμνον. ιʹ. Ὁ δὲ Κύριος ἀληθινὸς Θεός ἐστι, Θεὸς ζών των, καὶ βασιλεὺς αἰώνιος. Τὰ εἴδωλα, φησὶν, οὐ ζῇ· ὁ δὲ Θεὸς καὶ ζωῆς χορηγὸς, καὶ ζώντων Θεὸς, καὶ αἰώνιος βασιλεύς. "Ἀπὸ παροξυσμοῦ αὐτοῦ σει σθήσεται ἡ γῆ, καὶ οὐχ ὑποίσουσιν ἔθνη ἐμβρίμη σιν αὐτοῦ." Οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν." Εἶτα κελεύει τοῖς καλουμένοις εἰπεῖν θεοῖς· ιαʹ. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς, καὶ ὑπο κάτωθεν τοῦ οὐρανοῦ τούτου. Θεοῦ γὰρ ἴδιον, τὸ δημιουργεῖν, οὐ τὸ ὑπ' ἄλλου δημιουργεῖσθαι. Εἰ 81.568 τοίνυν κτιστὸς ὁ Υἱὸς, οὐ Θεός· εἰ δὲ δημιουργός ἐστι τῶν ὅλων καὶ ποιητὴς, ὄντως ἐστὶ Θεός· περὶ αὐτοῦ γὰρ καὶ τὰ ἐπαγόμενα ὁ προφήτης λέγει· ιβʹ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὑ τοῦ, αὐτὸς ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ ἐν τῇ φρονήσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν. Ταῦτα Θεοῦ ἴδιον· οὐ τὸ ὑπ' ἄλλου κατασκευάζεσθαι. ιγʹ. Χορηγῶν γὰρ ὑετὸν, καὶ τῶν βροντῶν τοὺς κτύπους ἀποτελεῖ, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Μετεωρίζει γὰρ ὡς βούλεται τὸ θαλάττιον ὕδωρ, καὶ διὰ τούτου τὰ νέφη συνίστησιν. "Ἀστραπὰς εἰς ὑετὸν ἐποίησε." Τοῦ ὑετοῦ γὰρ αὗται σημαντικαί. "Καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ." Θησαυροὶ αὐτοῦ τὸ βούλημα αὐτοῦ. "Αὐτὸς γὰρ εἶπε, καὶ ἐγένετο· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη σαν·" καὶ, "Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν, ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ." Ὁ μὲν οὖν ἀληθινὸς Θεὸς τούτων ἁπάντων ἐστὶ δημιουργός. Οἱ δὲ πλεῖ στοι τῶν ἀνθρώπων εἰς ἀλογίαν ἐξέπεσαν, καὶ οἱ μὲν δημιουργοῦσι θεοὺς, οἱ δὲ προσκυνοῦσι τοῖς ὑπὸ τού των γιγνομένοις. Προλέγει δὲ καὶ τῆς πλάνης τὴν παῦλαν· εἰρηκὼς γὰρ, ὅτι· ιεʹ. Μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα, τουτ έστι τὰ εἴδωλα, ἐπήγαγεν· Ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται. Τὸ γὰρ ἀποστολικὸν κήρυγμα τὴν τούτων ἠφάνισε μνήμην παντελῶς· καὶ ὁρῶμεν τῆς προφητείας τὸ τέλος. ιϛʹ. Οὐκ ἔστι τοιαύτη ἡ μερὶς Ἰακώβ· ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. Κύ ριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Σὺ, φησὶν, οὐ ταύτην ἐδιδάχθης τὴν πλάνην· ἄνωθεν γάρ σε ἐξ ελεξάμην, καὶ διαφερόντως σε τῆς ἐμῆς κηδεμονίας ἠξίωσα. ιζʹ. Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς. Τὸν πατριάρχην ἐκ γῆς Χαλδαίων καλέσας εἰς τὴν Παλαιστίνην μετ ήγαγε, καὶ τὸ τούτου γένος εἰς τὴν Αἴγυπτον δου λεῦον ἐλευθερωθὲν ἐξήγαγε· τοῦτο οὖν καὶ ὁ προ φητικὸς ἐδήλωσε λόγος· "Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς·" τουτ έστιν, ἐκ τῶν ἄλλων ἐθνῶν ἐκλεξάμενός σε τὴν ἐκ λεκτὴν γῆν ἐδωρήσατό σοι. ιηʹ. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην τὴν ἐν θλί ψει, καὶ ἐκθλίψω αὐτοὺς, ὅπως ἐλεγχθῶσιν. 81.569 Εἰ καλῶς ἔτρεχον, κατευθύνοντο. Ἐπειδὴ δὲ βλα βερὸς ὁ δρόμος, ἐπισκοτίζονται, ἵνα ἐπ' ὀλεθρίᾳ τρέχοντες παύσωνται. ιθʹ. Εὑρέθη οὐαὶ ἐπὶ συντρίμματί σου· ἀλγηρὰ ἡ πληγή σου. Σύντριμμα τὴν ἁμαρτίαν καλεῖ· οὐαὶ δὲ τὴν τιμωρίαν.