1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

91

τῶν γεγηρακότων καὶ τῶν μειρακίων καὶ τῶν παρθένων τὸν ἀνδραποδισμὸν, ἐπήγαγεν· κβʹ. Ἐκάλεσας ὡς εἰς ἡμέραν ἑορτῆς παρ οικίαν μου κυκλόθεν· καὶ οὐκ ἐγένετο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασωζόμενος, καὶ καταλελειμ μένος. Τῶν γὰρ πολεμίων τὴν ἔφοδον δείσαντες, ὡς εἰς ὀχυρὰν τὴν πόλιν κατέφυγον· ἐκεῖ μέντοι πάντες ἑάλωσαν· εἰώθασι δὲ καὶ κατὰ τὸν τῶν ἑορτῶν καιρὸν ἐκεῖ πάντες συντρέχειν· οὗ δὴ χάριν τὴν ἅλωσιν ἀπείκασε τῇ ἑορτῇ. "Ἐξέθρεψα, καὶ ἐπεκράτησα καὶ ἐπλήθυνα, καὶ ὁ ἐχθρὸς πάντα συνετέλεσε." Μάταιός μου, φησὶν, ὁ πόνος ἐγένετο· τῶν τροφίμων γὰρ πάντων ἔρημος ἐγενόμην. Ἐνταῦθα τὸν δεύτερον συνεπέρανε Θρῆνον. ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ἄρχεται δὲ οὕτω τοῦ τρίτου· αʹ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν. ∆ιαφε ρόντως γὰρ οὗτος ὁ προφήτης παρὰ πάντας τῶν συμφορῶν τὸν καιρὸν προεφήτευσε· πτωχείαν τοί νυν καλεῖ τὴν ἔνδειαν τῶν ἀγαθῶν. 81.793 Ἐν ῥάβδῳ θυμοῦ, (βʹ.) Παρέλαβέ με, καὶ ἀπ ήγαγέ με εἰς σκότος καὶ οὐ φῶς. Οἰκειοῦται τὰ κατὰ τῆς πόλεως πάθη, καὶ καλεῖ σκότος τὴν δυσκληρίαν. γʹ. Πλὴν ἐν ἐμοὶ ἐπέτρεψεν· ἤλλαξε χεῖρα αὑτοῦ ὅλην τὴν ἡμέραν. Πάλαι γάρ μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει. Τοῦτο γὰρ δηλοῖ τὸ, "Ἤλλαξε χεῖρα αὑτοῦ." δʹ. Ἐπαλαίωσε σάρκας μου, καὶ δέρμα μου· ὀστᾶ μου συνέτριψε. Ταῦτα γὰρ πάντα ἡ ἀθυμία ποιεῖ. εʹ. Ἀνῳκοδόμησε κατ' ἐμοῦ, καὶ ἐκύκλωσέ με. Ἀντὶ τοῦ, διαφυγεῖν οὐ δύναμαι τὰ ἐπενε χθέντα κακά· δηλοῖ δὲ καὶ τὸν ἔξωθεν περίβολον, ὃν οἱ πολέμιοι πολιορκήσαντες ἐδείμαντο. ϛʹ. Κεφαλήν μου ἐμόχθησεν, ἐκάθισέ μου ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Τὴν πι κρὰν δουλείαν διὰ τούτων αἰνίττεται· καὶ γὰρ τοῦ Σεδεκίου τοὺς ὀφθαλμοὺς ὁ Βαβυλώνιος ἐξορύξας, μύλωνι παρέδωκε· τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ. ζʹ. Ἐβάρυνε τὸν ζυγὸν τοῦ τραχήλου μου. Ὠμοτάτοις γάρ με δεσπόταις δουλεύειν ἠνάγκασε. ηʹ. Καί γε ὅτι κεκράξομαι, καὶ βοήσω. Οὐ δέχεται γάρ μου δεομένου τὴν δέησιν. θʹ. Ἀνῳκοδόμησε τὰς ὁδούς μου ἐν μαρμάρῳ, καὶ τὰς τρίβους μου ἠφάνισε. Συνέχομαι γὰρ κακοῖς, ἃ διαφυγεῖν οὐ δύναμαι. ιʹ. ιαʹ. Ἄρκος ἐνεδρεύουσα ἐγένετό μοι αὐ τὸς, ὡς λέων ἐν κρυφίοις. Κατεδίωξέ με ἀφ εστηκότα, καὶ διετάραξέ με. Ἔδειξε τῆς παιδείας τὸ δίκαιον· ἐγὼ γὰρ, φησὶν, ἀπέστην προτέρα· εἶθ' οὕτως αὐτὸς τιμωρίαν ἐπήνεγκε. Τούτων μέντοι τῶν προῤῥήσεων καὶ οἱ ἀρχαιότεροι μέμνηνται προ φῆται. Ἔθετό με ἠφανισμένην· (ιβʹ.) Ἐνέτεινε τὸ τόξον αὐτοῦ· καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος. Οἱ κατὰ σκοποῦ βάλλοντες, καὶ ταύτην μελετῶντες τὴν τέχνην, οὐ δύο καὶ τρία καὶ τέσσαρα, ἀλλὰ πολλὰ πέμπειν εἰώθασι βέλη. Τὸ ἐπάλληλον τῆς συμφορᾶς διὰ τῶν εἰκόνων δεδήλωκε. Λέγει δὲ καὶ τῆς ψυχῆς τὴν ὀδύνην· νεφροὺς γὰρ τοὺς λογι σμοὺς καλεῖ· καὶ ὅτι ἐπίχαρτος ἐγένετο τοῖς ἐχθροῖς, οἳ καὶ τὰς ἐπενεχθείσας αὐτῇ συμφορὰς ᾄδοντες διετέλουν· Ἐγύμνωσε γάρ με, φησὶ, πάσης ἰσχύος. Τοῦτο γὰρ δηλοῖ τό· 81.796 ιϛʹ. Ἐξέβαλεν ἐν ψήφῳ τοὺς ὀδόντας μου, καὶ ἐψώμισέ με σποδόν. Ὁ δὲ Σύρος, Ἐν πέτρᾳ, λέγει, ἐστέρησέ με καὶ τῆς προτέρας εἰρήνης, καὶ τῶν παντοδαπῶν ἀγαθῶν. ιηʹ. Καὶ εἶπον, Ἀπώλετο νίκη μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου. Ἀπηγόρευσα, φησὶ, τὰς χρηστοτέρας ἐλπίδας, ἀλλ' ὅμως τῇ συνεχεῖ τῶν ἀνιαρῶν μνήμῃ τὴν ψυχὴν κατατήκω, καὶ εἰς ἔλεον τὸν ∆εσπότην ἐφέλκομαι. κβʹ. Τὰ ἐλέη Κυρίου πολλὰ ὅτι οὐκ ἐξελί πομεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ. Εἰ γὰρ σύμμετρον τῇ ἁμαρτίᾳ τὴν τιμω ρίαν ἐπήγαγεν, οὐκ ἂν οὐδὲ ἡμεῖς διεφύγομεν τὴν σφαγήν. Εἶτα ὁ προφήτης τὴν ὑπὲρ αὐτῶν