1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

31

Μωσῆς γὰρ ὁ μέγας ἐπὶ τῆς μοσχο ποιΐας τοῦ Θεοῦ εἰρηκότος, "Ἔασόν με, καὶ θυμω θεὶς ἐκτρίψω αὐτοὺς," σπουδαιοτάτην ἱκετείαν προσ ήνεγκεν, καὶ τοῖς ἡμαρτηκόσι τὸν ∆εσπότην κατ 81.596 ήλλαξε· καὶ μέντοι καὶ Σαμουὴλ ταυτὸ τοῦτο δέδρακεν, καὶ πλεῖστον ὑετὸν ἐν ὥρᾳ θέρους κατ ήγαγεν. Εἶτα κελεύει τῷ προφήτῃ τὸν παρεστῶτα ἀπολῦσαι λαόν. βʹ. Ἐὰν δὲ εἴπωσι πρὸς σὲ, φησὶ, Ποῦ ἐξελευ σόμεθα; ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος· Ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μά χαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλω σίαν. Ταῖς γὰρ τέσσαρσι ταύταις αὐτοὺς ὑποβαλῶ συμφοραῖς. Καὶ πρὸς τούτοις, οἱ τεθνεῶτες βορὰ γενήσονται θηρίων καὶ οἰωνῶν. δʹ. Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς. Προλέγει καὶ τὰ μετὰ τὴν ἐπάνοδον γενησόμενα, καὶ τὰ ἐπὶ τῶν Μακεδόνων συμβησόμενα, καὶ τὴν ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενε χθησομένην πανωλεθρίαν. Τὰ μέντοι πρῶτα διὰ τὴν τοῦ Μανασσῆ τολμηθεῖσαν ἀσέβειαν συμβῆναι διδά σκει· ἀλλ' οὐκ ἄδικος ὁ κριτὴς, οὐδὲ ἀλλοτρίας εὐθύνας εἰσπράττεται, ἀλλ' ὡς κοινωνήσαντας τῆς ἀσεβείας, καὶ προθύμως τῷ πονηρῷ συνεργήσαντας βασιλεῖ, τοῖς προῤῥηθεῖσιν ὑποβάλλει κακοῖς. εʹ. Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι; Ἀντὶ τοῦ, Πᾶσιν ἀνθρώποις δόξεις δίκαια πεπονθέναι. Εἰώθασι γὰρ οἱ ἄνθρωποι, ὅταν τινὰ τῶν ἄκρᾳ πονηρίᾳ συζώντων ἴδωσι τιμω ρούμενον, οὐ μόνον οὐ συναλγεῖν, ἀλλὰ καὶ συν ήδεσθαι τοῖς ἠδικημένοις, ὡς τῆς ἐκείνου πονηρίας ἀπηλλαγμένοις. ϛʹ. Σὺ ἀπεστράφης μου, λέγει Κύριος· ὀπίσω πορεύσῃ. Ὃ δέδρακας, πείσῃ· τὸ δὲ "ὀπίσω πο ρεύσῃ," ἀντὶ τοῦ "ταπεινωθήσῃ" τέθεικεν. "Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς." Οὐκέτι γὰρ χρήσομαι τῇ προτέρᾳ μακροθυμίᾳ. Εἶτα διδάσκων ὡς παρὰ γνώ μην κολάζειν ἀναγκάζεται, οἱονεὶ συναλγῶν λέγει· "Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν· ἀπώλε σα τὸν λαόν μου διὰ κακίας αὐτῶν, καὶ οὐκ ἐπεστρά φησαν." Αὐτοὶ τὸν ὄλεθρον ἐπεσπάσαντο, παύ σασθαι τῆς πονηρίας μὴ βουληθέντες. Λέγει δὲ διὰ τὴν τῶν ἀνδρῶν ἀναίρεσιν καὶ τὰς χήρας πληθυνθῆ ναι, καὶ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν τὰς μητέρας στερηθῆναι τῶν παίδων. "Ἐπήγαγον γὰρ, φησὶν, ἐπὶ τὴν μητέρα νεανίσκων ταλαιπωρίαν ἐν μεσημβρίᾳ· ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν." 81.597 θʹ. Ἐκενώθη ἡ τίκτουσα ἑπτὰ, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς. ∆ιαφόρως τὴν συμφορὰν ἐτραγῴδη σεν, ἵνα διδάξῃ τοὺς ἀτεράμονας, καὶ πείσῃ τὴν προτέραν καταλιπεῖν ἀσέβειαν. "Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας." Τοῖς γὰρ πενθοῦσι σκότος ὀνομάζεται καὶ τὸ φῶς· ταῦτα καὶ τὰ τού τοις παραπλήσια εἰρηκὼς ὁ προφήτης ὀλοφύρεται καὶ θρηνεῖ· ιʹ. Οἴμοι, μήτηρ, ὥς τινά με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ· οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τὸ "ὠφέλησα" "ὤφλησα" ὁ Σύρος ἡρμήνευσε· λέγει τοίνυν, ὅτι Οὔτε ὤφληκα, οὔτε δεδάνεικα· καὶ πολ λοὺς ἐκτησάμην ἐχθροὺς, οἳ διηνεκῶς λοιδοροῦνται καὶ ἐπαρῶνται. Τὰ συμβούλια γὰρ, ὡς τὰ πολλὰ, τίκτειν τὰς ἀπειθείας φιλεῖ. Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, ὅτι Θρήνων εἰμὶ ἄξιος μάτην παραχθεὶς εἰς τόνδε τὸν βίον· οὔτε γὰρ ὤνησά τινα, οὔτε ὠφέλειαν παρ' ἑτέρων ἐκομι σάμην· ἀρὰς δὲ μόνον δέχομαι παρὰ τῶν ἀκουόν των τὰς προφητείας. ιαʹ. Γένοιτο, Κύριε, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. Ἄκουσον αὐτῶν, φησὶν, ἐπαρωμένων· πολλάκις σοι τὰς ὑπὲρ αὐτῶν ἱκετείας προσήνεγ κον. Εἶτα πάλιν ἐκ προσώπου τοῦ Θεοῦ· ιβʹ, ιγʹ. Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβό λαιον χαλκοῦν. Ἰσχύν σου, καὶ τοὺς θησαυ ρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου ἐν πᾶσι τοῖς ὁρίοις σου. Μὴ θαῤῥήσητε, φησὶ, μὴ χαλκέοις