1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

16

ἄρχοντας· καὶ οὗτοι γὰρ τὸ θεῖον ἐδέξαντο κήρυγμα· οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι Βαρνάβας καὶ Παῦλος ἐποίησαν· εἴς τινα γὰρ εἰσ ελθόντες συναγωγὴν, καὶ πλεῖστα τοῖς Ἰουδαίοις δια λεχθέντες, εἶτα τὴν ἀπείθειαν αὐτῶν κατιδόντες ἔφα σαν· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφό μεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε 81.548 εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς·" συμβαίνει τοίνυν τῇ προῤῥήσει ἡ ἔκ βασις· ἐνταῦθα μέντοι ὁ προφητικὸς λόγος τοῖς ἀπειθοῦσιν Ἰουδαίοις ἀπειλεῖ τιμωρίαν τῇ ἀντιλογίᾳ κατάλληλον· ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν. κʹ. Ἱνατί μοι λίβανον ἐκ Σαβὰ θέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με. Εἰ δὲ καὶ ἡνίκα ὁ νόμος ἐκράτει, περιττὰ ταῦτα ἐνομίσθη, μάτην μεμήνασιν Ἰου δαῖοι, μετὰ τὴν τοῦ νόμου παῦλαν τοῖς τοῦ νόμου περιττοῖς ὡς ἀναγκαίοις ἐνασχολούμενοι. Προλέγει δὲ πάλιν τὴν ἀσθένειαν ᾗ συνεζύγησαν, οὐ μόνον δουλεύειν ἐναντιούμενοι, ἀλλὰ καὶ μυσαροὶ πᾶσι φαινόμενοι. Ἐντεῦθεν μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Βαβυλώνιον, καὶ τοὺς ἐπιστρατεύσαντας σὺν αὐτῷ βασιλέας, καὶ διηγεῖται αὐτῶν τὴν ἰσχὺν, καὶ τὴν πανοπλίαν, καὶ τὸ ἀπηνὲς καὶ θηριῶδες τῆς γνώμης. Λέγει δὲ καὶ τὴν τούτων δειλίαν. κδʹ. Παρελύθησαν γὰρ, φησὶν, αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. Καὶ παρακελεύεται μὴ προκύπτειν τῶν πόλεων, ὡς τῶν πολεμίων προκαθημένων. Παρακελεύεται δὲ τῇ Ἱερουσαλὴμ καὶ σάκκον περιβαλέσθαι, καὶ ταῖς κεφαλαῖς κόνιν ἐπιβαλεῖν, καὶ μονογενοῦς παιδὸς μιμήσασθαι πένθος. Εἶτα τῷ προφήτῃ παρεγγυᾷ τὰς τούτων παρανομίας ἰδεῖν. κζʹ. ∆οκιμαστὴν γὰρ, φησὶ, δέδωκά σε ἐν λαῷ μου συγκεκλεισμένῳ· καὶ γνώσῃ ἐν τῷ δοκιμάσαι σε τὴν ὁδὸν αὐτῶν. Ἀντὶ τοῦ, Οὐ κάμνῃς περινοστῶν πόλεις πολλὰς καὶ ἀγρούς· ἐν γὰρ τῇ Ἱερουσαλὴμ πάντες εἰσὶ συνηθροισμένοι διὰ τὸν πόλεμον. Ἐπιδείκνυσι δὲ αὐτῷ τῆς γνώμης αὐτῶν τὸ διάστροφον. κηʹ. Πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, ὡς χαλκὸς καὶ σίδηρος. Πάντες διεφθαρμένοι εἰσίν. Ἀντὶ τοῦ, κίβδηλοι, οὐδὲν δόκιμον ἔχοντες. κθʹ. Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός· ἐξέλιπε μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Ἀργυροκόπον καλεῖ τὸν παιδευτικὸν λόγον· πῦρ δὲ καὶ μόλιβδον τὴν τιμωρίαν αὐτήν· φυσητῆρα δὲ, τὴν θείαν ἀπό φασιν, δι' ἧς ἡ τιμωρία προσφέρεται. Εἰώθασι δὲ καὶ οἱ τοῦ ἀργύρου τεχνῖται, τὸν ἄργυρον καθαίρειν βου λόμενοι, μόλιβδον ἐπιβάλλειν, ὥστε διὰ τούτου δα πανῆσαι τὸ κίβδηλον. Λέγει τοίνυν ὁ ∆εσπότης, ὅτι Παντοδαπαῖς ἐχρησάμην μεθόδοις, μεταβαλεῖν αὐτοὺς θέλων, καὶ διαφόρους παιδείας ἐπήνεγκα, καὶ ἀνιάτως διάκεινται. Ὅθεν ἐπάγει· 81.549 λʹ. Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐ τοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός. Ἐπέμεινε τῇ τροπῇ. Οὐδεμία, φησὶ, μηχανὴ τῆς τούτων πονηρίας περιεγένετο· ταῦτα δὲ λέγει, οὐ τῆς φύσεως κατηγορῶν, ἀλλὰ τῆς προαιρέσεως· τῆς γὰρ φύσεως αὐτὸς ποιητὴς, οὐκ ἂν δὲ ἧς ἐποίησε κατηγόρησε· τῆς δὲ προαιρέσεως ἐκεῖνοι δημι ουργοί. ΚΕΦΑΛ. Ζʹ. Μετὰ ταῦτα διδάσκει ὁ προφήτης ὡς ἐκελεύθη στῆναι μὲν ἐν ταῖς πύλαις τοῦ θείου νεὼ, πᾶσι δὲ τοῖς εἰσιοῦσι τὸν προφητικὸν λόγον προσενεγκεῖν· εἶχε δὲ οὗτος συμβουλὴν, καὶ ὑπόσχεσιν ἀγαθῶν. γʹ. ∆ιορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπι τηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. Κατηγορεῖ δὲ καὶ τῆς ψευδοῦς προφη τείας. δʹ. Μὴ πεποίθατε γὰρ, φησὶν, ἐφ' ἑαυτοῖς, ἢ ἐπὶ λόγοις ψευδέσιν· ὅτι