1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

56

γενέσθαι, καὶ τὴν νύκτα ἡμέραν, οὕτως οὐχ οἷόν τε τὴν ∆αβιτικὴν κατα λυθῆναι βασιλείαν. Καὶ ταύτης δὲ τῆς προφητείας δῆλόν ἐστι τὸ τέλος· ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα Χριστὸς, οὐ τὸν κάτω θρόνον ἔχει· ἀλλὰ, τῷ Πατρὶ συνεδρεύων, ἰθύνει τὰ σύμπαντα. Καὶ μέντοι καὶ περὶ τῶν ἱερέων καὶ τῶν Λευϊτῶν ταὐτὸ τοῦτο λέγει, ὡς τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ τῇ ψάμμῳ τῆς θαλάσσης, τὸ τούτων παραβληθήσεται γένος. Καὶ μαρτυρεῖ τοῖς λεγομένοις τὰ πράγματα. Ἅπασα γὰρ γῆ καὶ θάλαττα πλήρεις ἀρχιερέων, καὶ τῶν τὴν Λευϊτικὴν λειτουργίαν πληρούντων διακόνων. Εἰρηκὼς δὲ καὶ τὰ παρὰ τῶν δυσσεβῶν λεγόμενα, ὅτι τὰς δύο φυλὰς, ἃς ἐξελέξατο, τήν τε βασιλικὴν καὶ τὴν ἱερατικὴν, ἀπώσατο παντελῶς, ὑπέσχετο πάλιν ἅπερ ἤδη προείρηκεν. ΚΕΦΑΛ. Λ∆ʹ. Οὕτω ταύτην συμπεράνας τὴν προφητείαν, ἐφ' ἑτέραν μεταβαίνει· καὶ τῶν πολεμίων προσκαθη μένων, εἰπεῖν κελεύεται Σεδεκίᾳ τῷ βασιλεῖ, καὶ ὅτι Ἁλώσεται ἡ πόλις, καὶ ἐμπρησθήσεται· καί σε λα βόντες τῷ Βαβυλωνίων προσάξουσι βασιλεῖ· ἀλλὰ τὸν μὲν θάνατον διαφεύξῃ, αἰχμάλωτος δὲ ἀπαχθεὶς, τὴν ἀλλοτρίαν οἰκήσεις, καὶ ἐν εἰρήνῃ δέξῃ τοῦ βίου τὸ πέρας, καὶ τῶν νομιζομένων παρὰ τῶν προσηκόν των ἀξιωθήσῃ. Καὶ ταῦτα, φησὶν, εἶπον τῷ βασιλεῖ, τῶν πολεμίων οὐ μόνον τὴν Ἱερουσαλὴμ, ἀλλὰ καὶ τὰς ὑπολοίπους τῆς Ἰουδαίας πόλεις πολιορκούντων. Ταύτῃ δὲ συνάπτει τῇ προφητείᾳ καὶ ἑτέραν, ταύ την ἔχουσαν τὴν διάνοιαν· Ὁ Σεδεκίας προσέταξε κατὰ τὸν θεῖον νόμον ἐλευθέρους ἀφεθῆναι τοὺς Ἑβραίους οἰκέτας· ὁ γὰρ νόμος σαφῶς διηγόρευ σεν, ἓξ μὲν ἔτη τούτους δουλεῦσαι, τῷ δὲ ἑβδόμῳ ἔτει τῆς ἐλευθερίας τυχεῖν. Ὑπακούσαντες δὲ ἅπαν τες, καὶ τὴν ἐλευθερίαν μεταδόντες, πάλιν αὐτοὺς εἰς τὴν προτέραν εἵλκυσαν δουλείαν, κακῇ μεταμε λείᾳ χρησάμενοι. Ἀγανακτήσας τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἀναμιμνήσκει μὲν τῆς ἐν Αἰγύπτῳ δουλείας, καὶ τῆς γεγενημένης ἐλευθερίας, καὶ τῆς μετὰ ταῦτα δεδομένης νομοθεσίας· ἐπιμέμφεται δὲ, ὡς ἀγαπή σασι μὲν τοῦ νόμου τὴν φυλακὴν, μεταμεληθεῖσι δὲ, καὶ τοῦτον πατήσασιν. ιεʹ. Ἐπιστρέψαντες γὰρ, φησὶ, ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὑτοῦ· καὶ συνετελέσατε διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ. Ἔνδον γὰρ ἐν 81.680 τῷ ἀφιερωμένῳ μοι οἴκῳ, ἐμοῦ παρόντος τὰς συν 81.680 θήκας ποιησάμενοι τῆς ἀφέσεως, παραυτίκα ταύτας παρέβησαν. Ἐπειδὴ τοίνυν οὐκ ἐβουλήθητε ποιή σασθαι τὴν ἄφεσιν· "Ἰδοὺ ἐγὼ καλῶ ὑμῖν ἄφεσιν, φησὶ Κύριος, εἰς τὴν μάχαιραν, καὶ εἰς τὸν θάνατον, καὶ εἰς τὸν λιμόν. Καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς." Ἐλέγχει δὲ καὶ τὴν τοῦ ὅρκου παράβασιν. ιηʹ, ιθʹ. Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρ εληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στή σαντας τοὺς λόγους τῆς διαθήκης μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτοῦ, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἱερουσαλὴμ, τοὺς δυνατοὺς, καὶ τοὺς ἱερεῖς, καὶ πάντα τὸν λαὸν τῆς γῆς, τοὺς διελθόντας ἀνὰ μέσον τῶν διχοτο μημάτων τοῦ μόσχου. Οὕτως εἰώθεισαν ὀμνύναι κατὰ τὸ παλαιόυ. Ἀμέλει καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Ἀβραὰμ τὰς συνθήκας ποιούμενος, κριὸν τριετῆ, καὶ μόσχον, καὶ τράγον, ὁμοχρόνους διχοτομηθῆναι κελεύσας, καὶ τὰ τμήματα ἀντιπρόσωπα τεθεῖναι ἀλλήλοις, κλίβανον καπνιζόμενον, καὶ λαμπάδας πυρὸς, ἀνὰ μέσον τῶν διχοτομημάτων πεποίηκε διελθεῖν, κατὰ τὸ κρατοῦν ἔθος τὰς πρὸς αὐτὸν συν θήκας ποιούμενος· τοῦτο καὶ οὗτοι δεδράκασι, τὰς περὶ τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν ἐπαγγε λίας ποιούμενοι, καὶ ὅρκῳ τὴν ἐλευθερίαν βεβαιῶσαι βουλόμενοι· ἀλλὰ τοῦτον παραυτίκα παρέβησαν.