8
σαφέστερον. Ὀρθ. Λέγεις εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν ἀθάνατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Καὶ τὸν Υἱὸν λέγεις ὁμοίως ἀθάνατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Ὥσπερ οὖν λέγεις τοῦ Πατρὸς τὴν οὐσίαν ἀθάνατον, ἄφθαρτον, ἀόρατον, δη μιουργὸν, οὕτω καὶ τοῦ Υἱοῦ λέγεις τὴν αὐτὴν οὐσίαν; Ἀνόμ. Ναί. Ὀρθ. Τὸν Υἱὸν οὐ λέγεις Πατέρα; Ἀνόμ. Οὔ. Ὀρθ. Οὐκ ἄρα τῆς οὐσίας ἐστὶν ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τὰ μὲν τῆς οὐσίας ἴδια, ὁμοίως εἰσὶ κοινὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· τὸ δὲ Πατὴρ οὐ κοινόν· οὐκ ἄρα τῆς οὐσίας ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Εἰ δὲ ἄλλο τῆς ὑποστά σεως τὸ ἴδιον, καὶ ἄλλα τῆς οὐσίας ἰδιώματα, οὐ ταυτόν ἐστι σημαινόμενον οὐσία καὶ ὑπόστασις. Ἀνόμ. Οὐκ ἔστιν ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον; Ὀρθ. Οὐκ ἔστιν. Ἀνόμ. Ἔστιν οὖν τῶν ὄντων ἄλλο τι ἀγέννητον; Ὀρθ. Ναί. Ἀνόμ. Τί; Ὀρθ. Γεννητόν ἐστι τὸ πατέρα ἔχον, καὶ ἀγέννητον τὸ μὴ πατέρα ἔχον; Ἀνόμ. Ναί. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον Πατέρα ἔχει; Ἀνόμ. Οὔ. Ὀρθ. Οὐκοῦν καὶ αὐτὸ ἀγέννητον· οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον. Ἀνόμ. Ἀλλ' ὁ Πατὴρ καὶ ἀγέννητός ἐστι καὶ ἀγένητος. Ὀρθ. Οὐδὲ τὸ ἀγένητον ἴδιόν ἐστι τοῦ Πατρὸς, ἀλλὰ κοινόν ἐστι Πα τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς; Ὀρθ. Ἀγένητόν ἐστι τὸ γενεσιουργὸν μὴ ἔχον· ἢ πῶς; Ἀνόμ. Ναί. Ὀρθ. Τὸ δὲ γενεσιουργὸν ἔχον γενητόν ἐστιν. Οὔτε δὲ Υἱὸς γενεσιουργὸν ἔχει, οὔτε Πνεῦμα (δέδεικται γὰρ ἐκ γαστρὸς ὁ Υἱὸς, καὶ ἐκ στόματος τὸ Πνεῦμα). Οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγένητον. Ἀνόμ. Τί οὖν ἄλλο ἴδιόν ἐστι τοῦ Πατρὸς εἰ 28.1140 μήτε τὸ ἀγέννητον ἴδιον αὐτοῦ ἐστι, μήτε τὸ ἀγένη τον· Ὀρθ. Τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· τοῦ Πνεύματος τοῦ ἁγίου, τὸ Πνεῦμα Θεοῦ ἅγιον εἶναι. Ἀνόμ. Ὁ γὰρ Πατὴρ οὐκ ἔστιπνεῦμα ἅγιον; Ὀρθ. Καὶ ὁ Πατὴρ πνεῦμα ἅγιόν ἐστιν, ἀλλ' οὐ Πνεῦμα Θεοῦ. Τῆς οὖν ὑποστάσεως τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· οὐδαμῶς γὰρ ὁ Πατὴρ Υἱός· καὶ τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· οὐ δαμῶς γὰρ ὁ Υἱὸς Πατήρ· καὶ τῆς ὑποστάσεως τοῦ Πνεύματος τοῦ ἁγίου ἴδιον τὸ εἶναι Πνεῦμα Θεοῦ ἅγιον· οὐδαμῶς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, Πατὴρ ἢ Υἱός. Ἡ δὲ οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, κοινή· ὁμοίως γὰρ ἀθάνατος, ὁμοί ως ἄφθαρτος, ὁμοίως ἁγία, ὁμοίως ἀγαθή. Καὶ διὰ τοῦτο λέγομεν μίαν οὐσίαν, τρεῖς ὑποστάσεις. Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὸ Πνεῦμα, Θεοῦ λέγεται; Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἀνόμ. Τὸ Πνεῦ μα τοῦ Θεοῦ λέγει αὐτὸν τὸν Θεόν. Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς λέγοντος οὕτως· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὸ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ καὶ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἀνόμ. ∆ιὰ τί δὲ μὴ καὶ τρεῖς οὐσίας εἴπωμεν; Ὀρθ. Ὅτι ἀνάγκη τῷ ἀριθμῷ τὴν ἰδιότητα δοθῆναι· ἡ δὲ ἰδιότης ἑτερότης· ἡ δὲ ἑτερότης τῆς οὐσίας ἑτε ροούσιον ποιεῖ· τὸ δὲ ἑτεροούσιον οὐχ ὁμοίως ἐστὶν ἀθάνατον, οὐχ ὁμοίως ἄφθαρτον, οὐχ ὁμοίως ἅγιον, οὐχ ὁμοίως ἄτρεπτον. Ὁμοίως δὲ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἀθάνατον, ἅγιον, ἄτρεπτον. Μία ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὅταν δὲ λέγωμεν τρεῖς ὑποστάσεις Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, τὸ ἀληθὲς εἶναι λέγομεν τῶν ἰδιοτήτων τὴν διαφορὰν ἐν τῇ ὑποστάσει, οὐχὶ δὲ καὶ ἐν τῇ οὐσίᾳ. Ἀνόμ. Λέγεις δὲ ὅλως διαφορὰν ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Τὴν διαφορὰν ταύτην λέγω, τὸ τὸν Πατέρα μὴ εἶναι Υἱὸν, μηδὲ τὸν Υἱὸν Πατέρα μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον Πα τέρα ἢ Υἱόν· ἵνα μὴ ὀνόματα ψιλὰ νομίσῃς