1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

8

εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύν θετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς, καὶ εἶδε διότι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖ ρας αὐτῆς. Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, ἡ ἀδελφὴ αὐτῆς, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτή. Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμη σιν· ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. θʹ. Καὶ ἐγένετο ἡ πορνεία αὐτῆς εἰς οὐθέν. Οὐδὲν γὰρ, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε· πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον. "Καὶ ἐφονοκτόνει τὴν γῆν, θύουσα τὰ τέκνα τοῖς δαίμοσι· καὶ ἐμοίχευσε τὸν λίθον καὶ τὸ ξύλον." Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη· καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα· οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται. 81.521 ιβʹ. Πορεύου γὰρ, φησὶ, καὶ ἀνάγνωθι τοὺς λό γους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, Ἐπιστρά φηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος. Καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων εἰμὶ, λέγει Κύριος, καὶ οὐ μη νιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Ἀμέτρητος ἡ τοῦ ∆εσπό του φιλανθρωπία· μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν· διδάσκει δὲ καὶ ταύτης τὸν τρόπον. ιγʹ. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύ ριον τὸν Θεόν σου ἠσέβησας. Ἀρχὴ γὰρ ὑγείας αἴσθησις ἀῤῥωστίας. Καὶ, "Ἐξέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους." Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιη τὴν, καὶ εὐεργέτην καταλιποῦσα, ἀλλοτρίοις συν ήφθης· τίνες δὲ οὗτοι; "Ὑποκάτω παντὸς ξύλου ἀλσώδους." Ἔδειξε τῆς πλάνης τὸ ἀκερδές· ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά. "Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος." Νομοθετῶν γὰρ εἶπεν, "Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ." ιδʹ. Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύ ριος. Καὶ ἀποστάντας υἱοὺς ὀνομάζει, διὰ τὴν ἄῤῥητον αὐτοῦ ἀγαθότητα. "∆ιότι ἐγὼ κυριεύσω ὑμῶν." Πάλιν γὰρ ὑμῶν ἐπιμελήσομαι, καὶ πάσης ἀξιώσω κηδεμονίας. Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιών. (ιεʹ.) Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπι στήμης. Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ἐγένετο. Ἐπανῆλθον γὰρ ἐπὶ Κύρου τοῦ Πέρσου, ποιμένας ἔχοντες τὸν Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· εὐσέβεια δὲ καὶ εὐνομία ἀμφοτέρους ἐκόσμει. Κατὰ μέντοι τὴν ἀλήθειαν, μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν ἡ προφητεία τέλος ἐδέξατο. Ἐξελέξατο γὰρ ἐξ Ἰουδαίων ὁ ∆εσπότης, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς· καὶ κατέστησεν αὐτοὺς ποιμένας κατὰ τὴν καρδίαν αὑτοῦ, τοὺς ἱεροὺς ἀπο στόλους. ∆ιὸ δὴ καὶ θειοτάτῳ Πέτρῳ ἔφη· "Σί μων Ἰωνᾶ, φιλεῖς με; Ποίμαινε τὰ πρόβατά μου." Καὶ ὅτι ταύτην ἔχει τὴν διάνοιαν ἡ προφητεία, τὰ ἑξῆς μαρτυρεῖ. ιζʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, καλέσουσι τὴν Ἱερουσαλὴμ θρό νον Κυρίου, καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη τῷ ὀνόματι Κυρίου εἰς Ἱερουσαλήμ· καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων 81.524 τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς. Τοῦτο δὲ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ ἐγένετο· οὐ γὰρ κατέλιπε τὴν ἀσέβειαν τηνικαῦτα τὰ ἔθνη. Μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, διεπόρ θμευσαν μὲν εἰς ἅπασαν τὴν οἰκουμένην οἱ θεῖοι ἀπό στολοι τὸ σωτήριον κήρυγμα· ἀπέστησαν δὲ τῆς προτέρας πλάνης οἱ ταύτῃ δουλεύσαντες, καὶ τὸν τῶν ἁπάντων προσκυνοῦσι Θεὸν, καὶ ὡς εἰς θρόνον θεῖον τὴν