1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

9

ἀκούων Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλ' ὑποστάσεις ἀληθῶς οὔσας καὶ ὑφεστώσας· ὅταν δὲ λέγωμεν μίαν οὐσίαν, ὅτι ὅπερ ἂν νοήσωμεν εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν, τοῦτό ἐστιν ὁ Υἱὸς, τοῦτο καὶ τὸ τοῦ Πατρὸς αὐτοῦ Πνεῦμα· περὶ οὗ αὐτὸς ὁ Υἱὸς εἶπεν· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ διὰ τοῦτο 28.1141 εἴρηται· «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» ἀγαθοῦ ὄντος τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ ματος, οὐ μετοχῇ ἀγαθότητος, ἀλλ' οὐσίας ταυτότητι. Ἀνόμ. Ἀγαθὸν γὰρ λέγεις καὶ τὸ Πνεῦμα; Ὀρθ. ῾προφήτης ∆αβὶδ λέγει· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Ἀνόμ. Καὶ ἄνθρωποι λέγονται ἀγαθοί. Ὀρθ. Ναὶ, ἀλλὰ μετοχῇ ἀγαθότητος. Ἀνόμ. Καὶ τὸ Πνεῦμα λέγω. Ὀρθ. ∆ύναται οὖν καὶ ἀποβαλεῖν τὴν ἀγαθότητα, ὡς ὁ Ἰούδας, καὶ ὡς ὁ διά βολος; Ἀνόμ. Ἐὰν θελήσῃ, ναί. Ὀρθ. Μή μοι εἴη κατέναντι Κυρίου ἀσεβῆσαι, ὥστε κἂν εἰς νοῦν τοῦτο λαβεῖν! Ἀνόμ. Οὕτως οὖν ἀγαθὸν λέγεις τὸ Πνεῦμα, ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ αὐτὸ οὐ μετοχῇ ἀγαθότητος ἀγαθόν ἐστιν, ἀλλ' αὐτοαγαθὸν, ἤγουν ἀγαθότης, ἐστίν. Ἀμέλει Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς λέγει εἰρηκέναι τὸν Κύριον· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴ δατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» ὁ δὲ Λουκᾶς· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ οὐράνιος δώ σει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι οἱ εὐαγγελισταὶ ταυτὸν γινώσκοντες εἶναι τὸ Πνεῦμα τῇ ἀγαθότητι, καὶ τὴν ἀγαθότητα τῷ Πνεύματι· ὁ μὲν «τὰ ἀγαθὰ» αὐτὸ τὸ Πνεῦμα εἶπεν, ὁ δὲ τὸ Πνεῦμα αὐτὰ «τὰ ἀγαθά.» Ἀνόμ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ. Ἀντίθετον, οὔ. Ἀνόμ. Τί θέλει εἶναι ἀντίθετον; Ὀρθ. Τὸ ἀντιτεταγμένον τῷ θελήματι τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα οὐκ ἀντιτέτακται, ἀλλ' ἐκ τῆς θεότη τός ἐστι· καὶ διὰ τοῦτο λέγομεν μίαν θεότητα Πα τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Μία οὖν ὑπόστασις. Ὀρθ. Οὔ. Ἀνόμ. Εἰ μία ἐστὶ θεότης, μία καὶ ἔστιν ὑπόστασις. Ὀρθ. Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, ἐγίνωσκες, ὅτι θεότης τὸ «εἶναι» κοινὸν ταῖς ὑποστάσεσι σημαίνει, ὑπόστασις δὲ τὸ «εἶναι,» οὐσία δὲ «τὴν ταυτότητα.» Ὡς ἀνθρωπό της, τό τι εἶναι κοινόν· ὑπόστασις δὲ τὸ εἶναι· οὐσία δὲ ἡ ταυτότης· οὐ γὰρ πᾶσα ὑπόστασις θεότης, οὐδὲ πᾶσα ὑπόστασις ἀνθρωπότης. Εἰ δὲ οὐ πᾶσα ὑπόστασις ἀνθρωπότης, οὐδὲ πᾶσα ὑπόστασις θεό της, οὐκ ἄρα ταυτὸν σημαίνει ὑπόστασις θεότητι καὶ ἀνθρωπότητι. Ἀνόμ. Ἡ ἀνθρωπότης οὐχ ὑφέστηκεν; Ὀρθ. Ναὶ, ἐν ἀτόμοις θεωρουμένη. Ἀνόμ. Οὐκοῦν καὶ ὑπόστασίς ἐστιν. Ὀρθ. Εἶπον, ἐν ἀτόμοις θεωρουμένη. Ἀνόμ. Τί ἐστιν ἄτομον, καὶ τί ἐστιν ἀνθρωπότης; Ὀρθ. Ἄτομόν ἐστιν, ἡ καθ' ἕκαστον ἡμῶν ὑπόστασις· ἀνθρωπότης δὲ ἡ τῆς οὐσίας κοι νότης. Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ κοινότητος καὶ ὑποστάσεως; Ὀρθ. Ὅτι ἡ μὲν σὴ ὑπόστασις οὐκ ἔστι πάντων ἀνθρώπων· ἡ δὲ ἀνθρωπότης κοινὴ πάν 28.1144 των ἀνθρώπων. Ἀνόμ. Ἡ ἐμὴ ὑπόστασις οὐκ ἔστιν ἄλλο ἢ ἀνθρωπότης; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν; Ὀρθ. Ὅτι ἡ μὲν ἀνθρωπότης κοινὴ πάντων ἀνθρώπων, ἡ δὲ ὑπόστασις ἡ ἰδιότης ἑκάστου. Ἀνόμ. Ἡ ὑπόστασις τοῦ Πατρὸς οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀλλ' ἡ θεότης τό τι εἶναι σημαίνει, ἡ δὲ ὑπόστασις τὸ εἶναι. Ἀνόμ. Καὶ ἡ ὑπόστα σις τοῦ Υἱοῦ οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀνόμ. ∆ύο οὖν θεότητες. Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν; Ὀρθ. Οὐ γὰρ ἄλλη καὶ ἄλλη θεότης ἐστίν. Ἀνόμ. Ἄλληκαὶ ἄλλη ὑπόστασίς ἐστιν. Ὀρθ. Ἀλλ' οὐχὶ τὸ αὐτὸ σημαίνειν εἶπον θεότητα καὶ ὑπόστασιν· ἡ γὰρ ὑπόστασις τὸ εἶναι, ἡ δὲ θεότης τό τι εἶναι· ὡς γὰρ οὐκ εἰσὶ δύο ἀνθρωπότητες Πέτρου καὶ Παύλου, οὐδὲ δύο θεότητες Πατρὸς καὶ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν οὐχὶ ἡ ὑπόστασις τοῦ Πατρός; Ὀρθ. Ἡ μὲν ὑπόστασις τοῦ Πατρὸς καὶ θεότης, καὶ ἡ ὑπόστασις τοῦ Υἱοῦ καὶ θεότης· οὐχὶ δὲ, ἐπειδὴ δύο ὑποστάσεις εἰσὶ, δύο καὶ θεότητες. Ἀνόμ. Πῶς οὐχί; Ὀρθ. Ὅτι καὶ ἀθανασία ὑπόστασις τοῦ Πατρὸς, καὶ